χείλεσι, διαθέσει δὲ γνησιωτάτῃ μυρία πλήθη ἐξ ἀπάντων τῶν ἐθνῶν ὁμολογεῖ, τί δή ποτε ἐμποδὼν μὴ οὐχὶ αὐτὸν εἷναι φάσκειν τὸν προφητευόμενον; ὅτι δὲ Μώσης ταῦτα οὐκ ἀπεριορίστως προλέγει, οὐδ’ εἰς ἄπειρον καὶ ἀπερίμετρον χρόνον ἐπισκιάζων
τὴν πρόρρησιν, εὖ μάλα δὲ ἀκριβῶς τὴν τῶν προφητευομένων ἔκβασιν χρόνοις ὡρισμένοις περιγράφων, ἄκουε οἶα καὶ περὶ τούτου θεσπίζει ‟οὐκ ἐκλείψει c ἄρχων ἐξ Ἰούδα, καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἴως ἂν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς προσδοκία
ἐθνῶν.”
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.