ὁ Χριστὸς τοῦ θεοῦ προσελθόντος αὐτῷ λεπροῦ, καὶ φήσαντος “ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι· ὑπεκρίνατο· θέλω, καθαρίσθητι. καὶ ἐκαθαρίσθη αὐτοῦ ἡ λέπρα.” πάλιν Μώσης δακτύλῳ θεοῦ ἔφησε τὸν νόμον γεγράφθαι. γέγραπται δ’ οὖν “καὶ ἔδωκε τῷ
Μωσεῖ, ἡνίκα κατέπαυσε λαλῶν αὐτῷ ἐν τῷ ὄρει Σινὰ, τὰς δύο πλάκας τοῦ μαρτυρίου, πλάκας λιθίνας γεγραμμένας τῷ δακτύλῳ τοῦ θεοῦ.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.