θεοῦ ὑπάρχων ἐταπείνωσεν ἑαυτὸν καὶ ἐκένωσε, γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ;" ἀλλὰ γὰρ ἐπὶ τοσοῦτον κατελθὼν, καὶ μέχρι τούτου d φθάσας, λέγω δὴ μέχρι τῆς ἐν τῷ Ἃιδῃ ῥομφαίας, καὶ τῆς χειρὸς τοῦ αὐτόθι λεγομένου κυνός· ὃθεν
καὶ παῖδας Ἑλλήνων εἰκὸς τοιοῦτόν τινα παρακούσαντας κύνα θανάτου, καὶ τοῦτον τρικέφαλον ἀναζωγραφεῖν·) ζωγραφεῖν·) καὶ μέχρι δὲ τῶν φαρύγγων τοῦ προδεδηλωμένου λέοντος ἐλθὼν, καὶ τὴν ταπείνωσιν αὑτοῦ τοῖς ἀντιπάλοις καὶ θεομάχοις μονοκὲρωσιν ὑποστρώσας,
καὶ ἐπὶ τοῦτό γε τέλος τὴν πᾶσαν οἰκονομίαν τῆς ἑαυτοῦ κενώσεως τε καὶ ταπεινώσεως στήσας, κἄπειτα εὐξάμενος ἤδη λοιπὸν τυχεῖν τῆς βοηθείας καὶ τῆς παρὰ τοῦ πατρὸς ἀντιλήψεως, ἐπιλέγει “σὺ δὲ, κύριε, μὴ μακύνῃς τὴν βοήθειάν μου, εἰς τὴν
ἀντίληψίν μου πρόσσχες.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.