ἡ ἀντίληψίς μοι γενήσεται, δι’ ἣν ἀντίληψιν ὁ πᾶς εἰκότως προγέγραπται Ψαλμὸς ὑπὲρ τῆς ἑωθινῆς ἀντιλήψεως. εἰς τὴν ἀντίληψιν τοιγαροῦν πρόσσχες, παρέχων μοι τὴν ὅσον οὔπω κάτα τὴν ἕω τῆς ἐκ νεδρῶν ἀναστάσεως ἀντίληψιν, ἧς ἐλπίζω τεύξεσθαι,
ἐπὰν μὴ μακρύνας μου αὐτὴν ‘ῥύσῃ ἀπὸ ῥομφαίας τὴν ψυχήν μου, καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου· ἐπὰν σώσῃς με ἐκ στόματος λέοντος, καὶ ἀπὸ κεράτων μονοκερώτων τὴν ταπείνωσίν μου.”
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.