τοῦ οἴκου Ἰσραὴλ φυλάττοντας ἐπιστημονικῶς ὑλακτεῖν, σαίνοντας μὲν καὶ ἐπιγινώσκοντας τὸν ἑαυτῶν δεσπότην καὶ ἀρχιποίμενα, πάσῃ τε φυλακῇ τὴν πεπιστευμένην αὑτοῖς ποίμνην φρουροῦντας, ὑλακτεῖν δὲ, εἰ ἂρα. κατὰ τῶν ἔξωθεν ἐπιβουλευόντων τῇ ποίμνῃ·
οἶ δὲ κυνῶν τρόπον ἐνεῶν ὡς ἀληθῶς καὶ 1 μεμηνότων τοὺς ὑλαγμοὺς ἔφερον, τὰ πρόβατα του ποιμένος ἐξαγριοῦντες, ὥστε εἰκότως αὐτοῖς ἁρμόζειν τὸ “περιεκύκλωσάν με κύνες πολλοὶ, συναγωγὴ πονηρευομένων 506 περιέσχον με.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.