πατέρα, και τοσούτων, φησϊ, μελλόντων με περι- στησεσθαι αντικειμένων ένεργειών, καϊ δαιμόνων ακαθάρτων, καϊ πνευματικών πονηρίας, καϊ έπϊ πάσι τον πάντων χειρίστου αυτού δή τού άρχοντος τού αιώνος τούτου, ους τής κακίας ένεκεν θήρας πονη-
ρούς όνομάξειν άξιον, και ήτοι ταύρονς αγρίους, η b μόσχους, η λέοντας, η κύνας, μέλλων τ ε προς άπαντας ἵστασθαι, καὶ μηδὲν ἀγαθὸν εἰς αὐτοὺς ἐνεργεῖν, τῷ μηδὲν παραδέχεσθαι αὐτοὺς τῶν ἐμῶν ἀγαθῶν δι’ ἄκραν κακίας ἕξιν, ἀλλὰ μηδὲ βοηθοῦ μηδὲ συνεργοῦ τυγχάνων τινὸς τῶν προειρημένων εἰς τὸν ὑπὲρ τῶν
ἐν Ἀίδου ψυχῶν ἆθλον, πῶς οὐκ ἂν εὐλόγως εἴποιμ’ 313 ἂν καὶ ὅτι θλῖψις ἐγγὺς, ὅτι οὐκ ἔστιν ὁ βοηθῶν; τὸ μὲν οὖν τὰς πονηρὰς καὶ ἀντικειμένας δυνάμεις μὴ συνεργεῖν αὐτῷ μηδὲ βοηθεῖν ἐπ’ ἀγαθὸν αὐτῷ κομιζομένῳ οὐδὲν ἦν θαυμαστόν· τὸ δὲ πάντων μέγιστον c
τῆς θλίψεως τῆς μάλιστα πιεζούσης αὐτὸν τοῦτ’ ἦν ἄρα, τὸ μηδένα μηδὲ τῶν αἰσίων καὶ δεξιῶν ἀγγέλων, μηδὲ μὴν τῶν θείων δυνάμεων, τολμᾶν ἐπιβαίνειν τοῖς τοῦ θανάτου βασιλείοις, μηδὲ συνεργεῖν ἐπὶ βοηθείᾳ τῶν αὐτόθι ψυχῶν.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.