ἐγὼ θλῖψιν ταύτην τὴν νῦν περιέχουσάν με καλῶ b οὔτε τὸν σταυρὸν, οὔτε τοὺς ἐξ ἀνθρώπων ὀνειδισμοὺς, οὔτε τὰς χλεύας, οὔτε μὴν τὰ πρὸ τοῦ σταυροῦ συμβεβηκότα μοι, τὰς μάστιγας, τὰς ὕβρεις, καὶ ὅσα ἄλλα ἐπαροίνησαν εἰς ἐμὲ οἶ υἱοὶ τῶν ἀνθρώπων ·
ἀλλὰ γὰρ ὁρῶ τὴν μετὰ τοῦ σώματος ἀνάλυσιν κατ’ αὐτὸν τὸν θάνατον, καὶ τὴν εἰς Ἅιδου κατάβασιν πλη- σιάζουσαν, καὶ τῶν ἀντικειμένων καὶ ἐχθρόν τῷ θεῷ δυνάμεων ἐπανάστασιν. διό φημι ὅτι θλῖψις ἐγγὺς, ὅτι οὐκ ἔστιν ὁ βοηθῶν.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.