498 , οὕτω δὴ καὶ σκώληκα ἐμαυτὸν ὀνομάζων. τί γὰρ ἂν γένοιτο σκώληκος ταπεινότερον; ὅθεν οὐδ’ ἄνθρωπον ἐμαυτὸν εἴποιμ’ ἂν, εἰς τοσαύτην ταπείνωσιν ἐκ τοῦ οἰκείου μεγέθους κατελθὼν ὥστε καὶ σκώληκος μηδὲν δοκεῖν διαφέρειν, διὰ τὸ καὶ μέχρι θανάτου καὶ τῆς τοῦ σώματος φθάσαι φθορᾶς. πόθεν
γὰρ ἄλλοθεν γεννηθείη ἂν σκώληξ ἢ ἀπὸ σωμάτων φθορὰς 5 εἰς ἣν καὶ αὐτὸς κατελθὼν εἰκότως ἐμαυτὸν σκώληκα καὶ οὐκ ἄνθρωπον γινώσκω.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.