διδάσκει μικρὸν ὕστερον, προιὼν ἐξῆς ἐν τῷ Ψαλμῷ, 1 λέγων “ οὐκ ἐξουδένωσεν οὐδὲ προσώχθισε τῇ δεήσει τοῦ πτωχοῦ, οὐδὲ ἀπέστρεψε τὸ πρόσωπον αὑτοῦ ἀπ’ ἐμοῦ, καὶ ἐν τῷ κεκραγέναι με πρὸς αὐτὸν εἰσήκουσέ μου.” πῶς οὖν ἀποφατικῶς λέγοι ἂν “ ὁ θεός μου κεκράξομαι ἡμέρας, καὶ οὐκ εἰσακούσῃ,” εἰ μὴ κατὰ τὴν
c ἀποδοθεῖσαν ἡμῖν θεωρίαν; ἣν οἶμαι καὶ αὐτὸν αἰνίττεσθαι, λέγοντα “ ὁ θεός μου κεκράξομαι ἡμέρας, καὶ οὐκ εἰσακούσῃ ; καὶ νυκτὸς, καὶ οὐκ εἰς ἄνοιαν ἐμοί.”
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.