εἰ σαφέστερον ἔλεγε, μὴ οἷόν τε ἐστὶν, ὦ πάτερ, ἐμὲ τὸν σὸν μονογενῆ καὶ ἀγαπητὸν υἱὸν μὴ εἰσακούε- σθαι, βοῶντα καὶ κεκραγότα πρὸς σὲ τὸν ἐμαυτοῦ πατέρα; διδάσκει γοῦν αὐτὸ τοῦτο ἐν τῷ κατὰ Ἰωάννην 497 εὐαγγελίῳ ἐπὶ τοῦ Λαζάρου, ὁπηνίκα εἰπὼν
‘ἄρατε τὸν λίθον ἀπὸ τοῦ μνημείου, ἐπῆρε τοὺς ὀφθαλμοὺς ἑαυτοῦ εἰς τὸν οὐρανὸν, καὶ εἶπε, πάτερ εὐχαριστῶ σοι ὅτι ἤκουσάς μου. ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις.”
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.