πίονες περιέσχον με. ἤνοιξαν ἐπ’ ἐμὲ τὸ στόμα αὑτῶν, ὡς λέων ἁρπάζων καὶ ὠρυόμενος. ὡσεὶ ὕδωρ ἐξεχύθην, καὶ διεσκορπίσθη πάντα τὰ ὀστᾶ μου. ἐγενήθη ἡ καρδία μου ὡσεὶ κηρὸς τηκόμενος ἐν μέσῳ τῆς κοιλίας μου. ἐξηράνθη ὡς ὄστρακον ἡ ἰσχύς μου,
καὶ ἡ γλῶσσά μου κεκόλληται τῷ λάρυγγί μου, καὶ 305 εἰς χοῦν θανάτου κατήγαγές με. ὅτι ἐκύκλωσάν με 490 κύνες πολλοὶ, συναγωγὴ πονηρευομένων περιέσχον με.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.