Eusebius Demonstratio Evangelica 10.8.112

ed. Wilhelm Dindorf

View: By Chapter

Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.

Sponsored by University of Leipzig.

Funding provided by European Social Fund Saxony.

Current edition First1KGreek

Demonstratio Evangelica (Greek) (Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.)

Notes on the current edition

Demonstratio Evangelica

1. 21 Es. 66, 8. 28 — ἀληθείας] Haec ex codice Fabricii accesserunt. lo. 5, 39.
2.
Fragmentum libri XV, editum ab Α. Maio in Scriptorum
veterum nova Coltectione Rom. 1825. vol. Ι. part. 2. p. 173, ex commentario ad Danielem 2, 31.
Ἀναγκαῖον ἐλογισάμην Εὐσεβίου τοῦ Καισαρείας τοὐ ἐπίκλην Παμφίλου παραθέσθαι φωνὰς εἰρημένας ἐν πεντεκαιδεκάτῳ τόμῳ τῆς Εὐαγγελικῆς Ἀποδείξεως·
οὕτος γὰρ πᾶσαν ἐκθέμενος τὴν ὅρασιν οὕτως φησί “Ἡγοῦμαι ταῦτα μηδὲν διαφέρειν τῆς τοὐ προφήτου θεωρίας· ὡς γὰρ ὁ προφήτης θάλασσαν ἑώρα μεγάλην, οὕτως ὁ βασιλεὺς εἰκόνα πολλήν· καὶ πάλιν ὡς ὁ προφήτης ἑώρα δ’ θηρία, ἅπερ ἑρμηνεύων μετέβαλεν
εἰς δ’ βασιλείας, οὕτως ὁ βασιλεὺς τὰς διὰ τοὐ χρυσοῦ καὶ ἀργύρου καὶ χαλκοῦ καὶ σιδήρου τέσσαρας βασιλείας ᾐνίττετο· καὶ αὖθις ὡς ὁ προφήτης τῶν τοῦ ὑστάτου θηρίου κεράτων δέκα διαίρεσιν ἐώρα, καὶ τρία κέρατα ὑφ’ ἑνὸς συντριβόμενα, καὶ
ὁ βασιλεὺς ὡσαύτως ἐπὶ τῶν τελευταίων τῆς εἰκόνος μέρος τι σιδηροῦν καὶ μέρος ὀστράκινον ἐθεώρει· καὶ ἐπὶ τούτοις ὡς ὁ προφήτης μετὰ τὴν τῶν τεσσάρων βασιλειῶν ὅρασιν ἑώρα υἱὸν ἀνθρώπου τὴν κατὰ πάντων ἀρχὴν καὶ ἐξουσίαν καὶ βασιλείαν παρειληφότα,
οὕτως καὶ ὁ βασιλεὺς λίθον συντρίβοντα τὴν εἰκόνα πᾶσαν καὶ γινόμενον εἰς ὄρος μέγα καὶ πληροῦν θάλασσαν ἐδόκει ὁρᾶν· καὶ εἰκότως· ἔπρεπε γὰρ τῷ
3.
μὲν ἠπατημένῳ περὶ τὴν τοῦ βίου φαντασίαν βασικεῖ καὶ τὴν τῶν αἰσθητῶν οἷα χρωμάτων ὡραιότητα ἐπὶ γραφῆς ἀνακειμένης θαυμάζοντι εἰκόνι μεγάλῃ τὸν πάντων ἀνθρώπων ἀπεικάζειν βίον, τὸν δὲ προφήτην τὸν πολὺν καὶ μέγαν σάλον τοῦ βίου μεγάλῃ
θαλάσσῃ παραβάλλειν· καὶ τῷ μὲν βασιλεῖ τὰς παρὰ ἀνθρώποις πολυτελεῖς γενομένας ὕλας χρυσοῦ καὶ ἀργύρου χαλκοῦ τε καὶ σιδήρου θαυμάζοντι τὰς κατὰ χρόνους ἐν τῷ βίῳ τῶν ἀνθρώπων ἐπικρατεῖς βασιλείας ταύταις ἀφομοιοῦν ταῖς ὕλαις, τῷ δὲ προφήτῃ
ἐν μορφαῖς θηρίων τὰς αὐτὰς βασιλείας καταλλήλως τῷ τῆς ἀρχῆς τρόπῳ διαγράφεσθαι· καὶ πάλιν τῷ μὲν βασιλεῖ μέγα ὡς εἰκὸς ἐφ’ ἑαυτῷ φρονοῦντι καὶ ἀλαζονευομένῳ ἐπὶ τῇ τῶν προγόνων βασιλείᾳ ἡ τῶν πραγμάτων μεταβολὴ δείκνυται, καὶ τῶν ἐπὶ γῆς
βασιλειῶν τὸ τέλος, εἰς καθαίρεσιν τοῦ ἐν αὐτῷ τύφου, καὶ εἰς τὸ μηδὲν ἡγεῖσθαι βέβαιον τὸ ἐν ἀνθρώποις, ἢ μόνον τὸ ἐπὶ πάντων τέλος τῆς τοῦ θεοῦ βασιλείας· ἔσεσθαι γὰρ μετὰ τὴν πρώτην Ἀσσυρίων ἀρχὴν, ἣν ὁ χρυσὸς ᾐνίξατο, δευτέραν τὴν τῶν Περσῶν,
τὴν διὰ τοῦ ἀργύρου δεδηλωμένην· ἔπειτα τρίτην τὴν Μακεδόνων, ἣν ὁ χαλκὸς ἐσήμανε· μεθ’ ἣν τετάρτην διαδέξασθαι τῶν Ῥωμαίων, κραταιοτέραν οὖσαν τῶν πρὸ αὐτῆς, διὸ καὶ σιδήρῳ παρεβάλλετο · εἴρητο γοῦν καὶ περὶ αὐτῆς, καὶ βασιλεία
τετάρτη ἔσται ἰσχυρὰ ὡς σίδηρος· ὃν τρόπον ὁ σίδηρος λεπτύνει καὶ δαμάζει πάντα, οὕτως πάντα λεπτυνεῖ καὶ δαμάσει· καὶ μετὰ τὰς εἰρημένας ἀπάσας τὴν τοῦ θεοῦ βασιλείαν διὰ τοῦ συντρίβοντος τὴν πᾶσαν εἰκόνα λίθου παρισταμένην· καὶ ὁ προφήτης
τούτων ἀκολούθως τὴν ἐπὶ τέλει τοῦ τῶν ὅλων θεοῦ βασιλείαν οὐ πρότερον θεωρεῖ ἢ τὰς εἰρημένας τέσσαρας δυναστείας διαγράψαι τὸν λόγον διὰ τῶν τεσσάρων θηρίων· τούτων δὲ τῶν τεσσάρων βασιλιῶν μόνων καὶ οὐδὲ ἑτέρων ἡγοῦμαι τὰς ὁράσεις καὶ τῷ βασιλεῖ καὶ τῷ προφήτῃ δεδεῖχθαι διὰ τὸ 5 ταύταις καταδουλωθῆναι τὸ Ἰουδαίων ἔθνος ἀπὸ τῶν τοῦ προφήτου χρόνων.”