ἀποκαλῶν τὴν πρότερον ὀνομασθεῖσαν ἐκκλησίαν μεγάλην, οἷς ἔλεγεν “οἱ φοβούμενοι τὸν κύριον αἰνέσατε αὐτόν.” ποίας δὲ εὐχὰς ἀποδώσειν φησὶν ἢ ἃς ἐπηγγείλατο,. ποίας δὲ ἐπηγγείλατο ἢ ἐκείνας δι’ ὧν ἔφησε “διηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου,
ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε; εὐχαὶ γάρ εἰσιν αἶ ἐπαγγελίαι, ἃς ἐπαγγειλάμενος δώσειν ἐν μέσῳ ἐκκλγσίας διεβεβαιοῦτο.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.