δαίων ἔθνος, τοῦ σωτηρίου φωτὸς αὐτοῖς ἐπιλάμψαντος, αὐτῶν τε μᾶλλον τὸ σκότος ἢ τὸ φῶς ἑλομένων, c τοῦθ’ ὅπερ καὶ εἵλοντο μετῆλθεν αὐτοὺς, ἀναχωρήσαντος μὲν αὐτῶν τοῦ φωτὸς, διαλαβούσης δὲ αὐτοὺς νυκτὸς ἀφεγγοῦς, σκοτισθείσης αὐτῶν τῆς διανοίας,
πρὸς τὸ μὴ διαυγάσαι τὸν φωτισμὸν τοῦ εὐαγγελίου ἐν ταῖς καρδίαις αὐτῶν, ἀλλὰ καὶ ψυγείσης τῆς πρὸς τὸν θεὸν ἀγάπης αὐτῶν, τὰ σύμβολα τούτων εἰκότως ἐτελεῖτο, ἐπληροῦτό τε ἑξῆς τὰ τῆς προρρήσεως, κατὰ τὴν τοιάνδε τῆς σωτηρίου ἐπιφανείας ἡμέραν ὕδατος
ζῶντος ἐξελθόντος ἐξ Ἱερουσαλὴμ, εἰς πάντα τὰ ἔθνη προελθόντος τοῦ γονίμου καὶ ζωτικοῦ λόγου τῆς εὐαγγελικῆς d διδασκαλίας, ἀρξαμένου μὲν ἀπὸ τῆς Ἰουκαίας, καὶ ἐξ αὐτῆς γε τῆς Ἱερουσαλὴμ, διαδοθέντος δὲ εἰς πᾶσαν τὴν γῆν, καὶ εἰς πάντα τὰ τῆς οἰκουμένης
μένῃς πέρατα.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.