καὶ ἐπανάστασιν, ἣν ἐπανέστησαν αὐτῷ οἶ ἐκ περιτομῆς, θεσπίζουσα ἡ παροῦσα προφητεία, ὀμνύναι τὸν κύριόν φησι καθ’ ὑπερηφανίας Ἰακὼβ, ὡς 486 οὐ μὴ γένοιτο λήθη τῶν κατ’ αὐτοῦ τετολμημένων 1 αὐτοῖς, καὶ ὅτι πένθους ἄξια πείσεται ἡ γῆ αὐτῶν Μετὰ καὶ τῶν οἰκητόρων, καὶ ὅτι οὐκέθ’ὡς τὸ πρὶν Εὶς βραχὺ παιδευθέντες αὖθις ἀποκατασταθήσονται, ἀλλ’εὶς συντέλειαν τὰ κατ’αὐτοὺς ἥξει. “ἀναβήσεται γοῦν” φηςὶν “ὡς ποταμὸς ἡ συντέλεια αὐτῶν,”
τὴν ἐπελθοῦσαν αὐτοῖς οὐδ’ἄλλοτε ἤ κατὰ τὴν Ῥωμαίων βασιλείαν ὀργὴν, ποταμὸν ἀναβησόμενον ἐπ’ αὐτοὺς, ὡς ἐν ὕψει τὸ τρὶν ὄντας, αἰνιττόμενος.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.