1 ρωθῇ τὸ τῆς προφητείας · ὅτε κλήρου γενομένου “ ἔπεσεν ὁ κλῆρος ἐπὶ Ματθίαν, καὶ συγκατεψηφίσθη μετὰ b τῶν δώδεκα ἀποστόλων.” τούτων οὕτως ἐκτελεσθέντων ἀκόλουθον ἂν εἴη τὸ λέγον ἐν τῷ Ψαλμῷ πρόσωπον
οὐχ ἕτερον ἡγεῖσθαι τοῦ σωτῆρος ἡμῶν, ὃς τῷ πατρὶ τὴν ἀναπεμφθεῖσαν αὐτῷ παρὰ τὸν τοῦ πάθους καιρὸν εὐχὴν τῆς διὰ τοῦ ἁγίου πνεύματος ἀναγραφῆς προλαβὼν κατηξίωσε, τὸ μέλλον περὶ αὐτοῦ συμβήσεσθαι θεσπίσας.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.