Ἰούδαν ἀναφορᾶς ἐχέγγυος μάρτυς ὁ ἀπόστολος Πέτρος, μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν ἀνάληψιν συνηγμένων τῶν ἀποστόλων πάντων σὺν καὶ ἄλλοις πλείοσιν ἀδελφοῖς, μέσος ἀναστὰς, καὶ ταῦτα φήσας ἄνδρες ἀδελφοὶ, ἔδει πληρωθῆναι τὴν γραφὴν, ἣν
προεῖπε τὸ πνεῦμα τὸ ἅγιον διὰ στόματος Δαβὶδ περὶ Ἰούδα τοῦ γενομένου ὁδηγοῦ τοῖς συλλαβοῦσιν Ἰησοῦν, ὅτι κατηριθμημένος ἦν ἐν ἡμῖν, καὶ ἔλαχε τὸν κλῆρον τῆς διακονίας ταύτης.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.