περί τινων υἱῶν τοῦ Ἰούδα λεγόμενα ἐν τῷ “ γενηθήτωσαν οἱ υἱοὶ αὐτοῦ ὀρφανοί,’ καὶ τὰ παραπλήσια, ἀνάγοιτ’ ἂν καὶ ἐπ’ αὐτὸν μὲν προηγουμένως τὸν Ἰούδαν, μετ’ ἐκεῖνον δὲ καὶ ἐπὶ πάντας τοὺς ὁμοίους αύτῷ τὸν σωτήριον προδιδόντας· καταλλήλως δὲ νοήσεις καὶ τὴν γυναῖκα αὐτοῦ, καὶ τὰς ἁμαρτίας τῶν πατέρων αὐτοῦ καὶ τῆς λεγομένης μητρὸς 297 αὐτοῦ, τῆς τοῦ Ἰουδαίων ἔθνους συναγωγῆς.
περὶ αὐτῆς γὰρ ἡγοῦμαι λέγεσθαι τὸ “ καὶ ἡ ἁμαρτία c τῆς μητρὸς αὐτοῦ μὴ ἐξαλειφθείη.”
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.