ἐπ’ αὐτὸν μετὰ τῶν ἄλλων πνευμάτων καὶ πνεῦμα βουλῆς καὶ ἰσχύος. οὕτω καὶ τὸ πνεῦμα τοῦ σκότους τῇ τοῦ ἰδίου φωτὸς ἀπεσκέδασε δυνάμει, ἐπεὶ “ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν.” εὕροις δ’ ἂν τὰ παραπλήσια τούτοις
1 καὶ ἐν εἰκοστῷ πρώτῳ Ψαλμῷ ἐν ᾧ πάλιν ἐκ τοῦ d αὐτοῦ λέλεκται προσί που “ περιεκύκλωσάν με μόσχοι πολλοὶ, ταῦροι πίονες περιέσχον με. ἤνοιξαν ἐπ’ ἐμὲ τὸ στόμα αὑτῶν, ὡς λέων ὁ ἁρπάζων καὶ ὠρυόμενος.”
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.