ἀφέσεως κατέστη, ἅτε τὸν ὑπὲρ ἡμῶν ἀναδεξάμενος θάνατον, μάστιγάς τε καὶ ὕβρεις καὶ ἀτιμίας ἡμῖν ἐποφειλομένας εἰς αὑτὸν μετατιθεὶς, καὶ τὴν ἡμῖν προστετιμημένην κατάραν ἐφ’ ἑαυτὸν ἑλκύσας, γενόμενος ὑπὲρ ἡμῶν κατάρα · καὶ τί γὰρ ἄλλο ἢ ἀντίψυχου;
διό φησιν ἐξ ἡμετέρου προσώπου τὸ λόγιον “ τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν, καὶ κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν, ὥστε εἰκότως ἑνῶν ἑαυτὸν ἡμῖν ἡμᾶς τε αὑτῷ, καὶ τὰ ἡμέτερα πάθη ἰδιοποιούμενος, φησὶν “ ἐγὼ εἶπα, κύριε ἐλέη-
1 σόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.”
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.