ἀγάπην καὶ φιλανθρωπίαν ταῦτά φησιν, ἑξῆς ὑπο- b 1 καταβὰς ἐν αὐτῷ τῷ Ψαλμῷ ἐπιφέρει λέγων “ ἐμοῦ δὲ διὰ τὴν ἀκακίαν ἀντελάβου,” σαφῶς τὸ ἀπειρόκακον τοῦ θεοῦ παριστάς. πῶς δὲ τὰς ἡμετέρας ἁμαρτίας ἐξοικειοῦται, καὶ πῶς φέρειν λέγεται τὰς ἀνομίας ἡμῶν, ἢ καθ’ ὃ σῶμα αὐτοῦ εἶναι λεγόμεθα,
κατὰ τὸν ἀπόστολον φήσαντα “ὑμεῖς δὲ ἐστὲ σῶμα Χριστοῦ, καὶ μέλη ἐκ μέρους;”
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.