συνιέντων, ὅπως λόγος ὢν θεοῦ καὶ σοφία καὶ ζωὴ 1 καὶ φῶς ἀληθινὸν, καὶ πάντα πλοῦτον ἀγαθῶν κεκτη- μένος, δι’ ἡμᾶς ἐπτώχευσε σάρκα λαβὼν, καὶ τοῖς τὸ γένος θνητοῖς ἀνθρώποις καὶ πτωχοῖς ὁμοιωθεὶς, μορφήν τε δούλου καὶ πένητος ἀνειληφὼς, καὶ μάλιστα καθ’ ὃν καιρὸν ἐπλήρου τὴν ἀπὸ τοῦ Ψαλμοῦ
προφητείαν, εἰκότως ἐν ἀρχῇ τοῦ Ψαλμοῦ μακαρίζεται ὁ ταῦτα περὶ αὐτοῦ συνιεὶς, ἐπαγγελίας τυγχάνων 466 τῆς ἀναγεγραμμένης εἶθ’ ἐξῆς ἐκ προσώπου λοιπὸν δὴ τοῦ πένητος καὶ πτωχοῦ, αὐτοῦ δηλαδὴ τοῦ δι’ ημᾶς πτωχεύσαντος σωτῆρος ἡμῶν, ἐπιλέγεται
‟ ἐγὼ εἶπα, κύριε ἐλέησόν με.” ὅτι δὲ ἐκ προσώπου τοῦ σωτῆρος τὰ ἐν τῷ Ψαλμῷ θεσπίζεται αὐτάρκης μάρτυς ὁ εὐαγγελιστὴς Ἰωάννης τυγχάνει.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.