πος· ὁ δ’ ὑποβεβηκὼς ἀνθρωπινώτερος, οἷος καὶ γάμοις συγκατιέναι σώφροσι καὶ παιδοποιίαις, οἰκο- νομίας τε ἐπιμελεῖσθαι, τοῖς κατὰ τὸ δίκαιον στρa- τευομένοις τὰ πρακτέα ὑποτίθεσθαι, ἀγρῶν τε καὶ ἐμπορίας καὶ τῆς ἄλλης πολιτικωτέρας ἀγωγῆς μετὰ τοῦ θεοσεβοῦς φροντίζειν, οἷς καὶ ἀσκήσεων καιροὶ μαθητείας τε καὶ τῶν θείων λόγων ἀκροάσεως ἡμέραι ἀφωρίσθησαν.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.