πείας δεομένοις ἐφαρμόζειν ὑπελάμβανον ταῦτα 21 συγκατιόντες τῇ τῶν πλειόνων ἀσθενείᾳ, τὰ μὲν διὰ γραμμάτων, τὰ δὲ δι’ ἀγράφων θεσμῶν φυλάττειν παρεδίδοσαν, ὥστε ἤδη καὶ τῇ Χριστοῦ ἐκκλησίᾳ δύο βίων νενομοθετῆσθαι τρόπους· τὸν μὲν ὑπερ-
φυὴ καὶ τῆς κοινῆς καὶ ἀνθρωπίνης πολιτείας ἐπέ- κεινα, οὐ γάμους, οὐ παιδοποιίας, οὐδὲ κτῆσιν, οὐδὲ περιουσίας ὕπαρξιν παραδεχόμενον, ὅλον δὲ δι’ ὅλου τῆς κοινῆς καὶ συνήθους ἁπάντων ἀνθρώπων d ἀγωγῆς παρηλλαγμένον, καὶ μόνῃ τῇ τοῦ θεοῦ θε-
ραπείᾳ παρηλλαγμένον, καθ’ ὑπερβολὴν ἔρωτος οὐ- ρανίου.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.