θεοῦ ἕτερα, καὶ δικαιώματα οὐχ ὅμοια τοῖς παρὰ Μωσεῖ, νόμιμά τε ἄλλα καὶ ἐντολαὶ Χριστοῦ, δι’ ὧν ἐδικαιώθησαν. ὅτι δ’ οὐ τὰ αὐτὰ ἦν τοῖς διὰ Μώσεως νομοθετηθεῖσι σαφῶς ὁ Μώσης παρίστησιν ἐν οἶς φησιν πρὸς τὸν λαόν ἄκουε ‘ Ισραὴλ
τὰ δικαιώματα καὶ τὰ κρίματα, ὅσα ἐγὼ λαλῶ ἐν τοῖς 1 ὠσὶν ὑμῶν ἐν τῇ ἡμέρᾳ ταύτῃ, καὶ μαθήσεσθε αὐτὰ, καὶ φυλάξασθε ποιεῖν αὐτά. κύριος ὁ θεὸς ὑμῶν διέθετο πρὸς ὑμᾶς ἐν Χωρὴβ διαθήκην, οὐχὶ τοῖς πατράσιν ὑμῶν διέθετο κύριος τὴν διαθήκην ταύτην,
ἀλλὰ πρὸς ὑμᾶς.”
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.