τῶν μακαρίων ἐκείνων καὶ θεοφιλῶν, τῶν ἀμφὶ τὸν ‘ Αβραὰμ λέγω, οὐκ ἀφωρισμένως ἔν τινι τόπῳ προσ- κυνούντων, οὐδὲ διὰ συμβόλων καὶ τύπων, ἀλλ’ ᾗ φησιν ὁ σωτὴρ καὶ κύριος ἡμῶν “ ἐν πνεύματι καὶ ἀληθείᾳ,’’ ἣ διὰ τῆς τοῦ σωτῆρος ἡμῶν ἐπιφανείας
ἅπασι τοῖς ἔθνεσιν ὑπῆρξεν, τῶν πάλαι προφητῶν καὶ τοῦτο τεθεωρηκότων ’ λέγει δ’ οὖν ἄντικρυς b Σοφονίας ’ ἐπιφανήσεται κύριος ἐπ’ αὐτοὺς, καὶ ἐξο- λοθρεύσει πάντας τοὺς θεοὺς τῶν ἐθνῶν τῆς γῆς, καὶ προσκυνήσουσιν αὐτῷ, ἕκαστος ἐκ τοῦ τόπου
ἀυτῶν.”
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.