τῆς δὲ τοῦ σωτῆρος ἡμῶν εὐαγγελικῆς διδασκαλίας οὐκ ἀλλότριον. λέγει δ’ οὖν αὐτὸς τὸν ἑαυτοῦ διεξιὼν βίον ἐν τῇ πρὸς τοὺς ἑταίρους ἀπολογίᾳ ” διέσωσα γὰρ πτωχὸν ἐκ χειρὸς δυνάστου, καὶ ὀρφανῷ, ᾧ οὐκ ἦν βοηθὸς, ἐβοήθησα. στόμα δὲ χήρας με
εὐλόγησεν, δικαιοσύνην δὲ ἐνεδεδύκειν. ἠμφιασάμην δὲ κρίμα ἴσα διπλοίδι, ὀφθαλμὸς ἤμην τυφλῶν, ποὺς δὲ χωλῶν, ἐγὼ ἤμην πατὴρ ἀδυνάτων.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.