νεῖ ᾄδειν οὐ τὸ παλαιὸν καὶ Μωσαϊκὸν ᾆσμα, ἀλλ’ ἕτερον καινὸν, λέγων “ ᾄσατε τῷ κυρίῳ ᾆσμα καινὸν, ᾄσατε τῳ κυρίῳ πάσα ἡ · ἀναγγείλατε ἐν τοῖς 7 ἔθνεσι τὴν δόξαν αὐτοῦ, ἐν πᾶσι τοῖς λαοῖς τὰ θαυμάσια αὐτοῦ. ὅτι μέγας κύριος καὶ αἰνετὸς σφόδρα,
d φοβερός ἐστιν ἐπὶ πάντας τοὺς θεούς. ὅτι πάντες οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια, ὁ δὲ κύριος τοὺς οὐρανοὺς ἐποίησεν, ἐνέγκατε τῷ κυρίῳ αἶ πατριαὶ τῶν ἐθνῶν, ἐνέγκατε τῷ κυρίῳ δόξαν ὀνόματι αὐτοῦ.”
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.