καταπεφευγότες, εἰ μηκέτι τῶν Μώσεως ἐπιστρέφοιντο παραγγελμάτων, κατὰ τὴν καινὴν διαθήκην βιοῦντες τῆς ὑπὸ Μώσεως ὡρισμένης ἐκτὸς ἂν εἶεν κατάρας, ἅτε δὴ ἀμνοῦ τοῦ θεοῦ οὐ μόνον τὴν ἁμαρτίαν τοὐ κόσμου, ἀλλὰ καὶ τὴν ἐν τῇ παραβάσει τῶν
Μώσεως ἐντολῶν κατάραν εἰς αὐτὸν ἀνειληφότος. d γέγονεν οὖν ὁ ἀμνὸς τοῦ θεοῦ καὶ ἁμαρτία καὶ κατάρα· ἁμαρτία μὲν ὑπὲρ τῶν ἁμαρτωλῶν τοῦ κόσμου, κατάρα δ’ ὑπὲρ τῶν μὴ ἐμμενόντων πᾶσι τοῖς ἐγγεγραμμένοις ἐν τῷ Μώσεως νόμῳ. ”
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.