ὁμοῦ καὶ Ἑλλήνων, τὸ τοῦ παντὸς κόσμου καθάρσιον, τὸ πάντων ἀνθρώπων ἀντίψυχον, τὸ πάσης κηλῖδος καὶ ἁμαρτίας καθαρὸν ἱερεῖον, ὁ ἀμνὸς τοῦ θεοῦ, τὸ θεοφιλὲς καὶ ἁγνὸν πρόβατον, τὸ προφητευόμενον b ἀρνίον, οὗ διὰ τῆς ἐνθέου καὶ μυστικῆς
διδασκαλίας πάντες ἡμεῖς οἱ ἐξ ἐθνῶν τὴν ἄφε- σιν τῶν προτέρων ἁμαρτημάτων εὑράμεθα, διὸ καὶ 26 Ἰουδαίων οἱ εἰς αὐτὸν ἠλπικότες ἐλεύθεροι τῆς Μωσέως ἀφίενται κατάρας, εἰκότως τὴν τούτου μνήμην τοῦ τε σώματος αὐτοῦ καὶ τοῦ αἵματος τὴν ὑπόμνησιν
ὁσημέραι ἐπιτελοῦντες, καὶ τῆς κρείττονος 1 ἢ κατὰ τοὺς παλαιοὺς θυσίας τε καὶ ἱερουργίας ἠξιωμένοι, οὐκέθ’ ὅσιον ἡγούμεθα καταπίπτειν ἐπὶ c τὰ πρῶτα καὶ ἀσθενῆ στοιχεῖα, σύμβολα καὶ εἰκόνας, ἀλλ’ οὐκ αὐτὴν ἀλήθειαν περιέχοντα.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.