ἐπὶ τῆς Καισαρείας Θεοδοσία τῶν ἀπὸ Τύρου παρθένος, πιστὸν καὶ σεμνότατον κόριον, οὐδ᾿ ὅλως ἐτῶν ὀκτωκαίδεκα, δεσμίοις τισὶ καὶ αὐτοῖς τὴν Χριστοῦ βασιλείαν ὁμολογοῦσι, πρό τε τοῦ δικαστηρίου καθεζομένοις, πρόσεισιν ὁμοῦ φιλοφρονουμένη,
καὶ οἷα εἰκὸς ὑπὲρ τοῦ μνημονεύειν αὐτῆς πρὸς τὸν κύριον γενομένους παρακαλοῦσα.
κατὰ πλευρῶν καὶ μαζῶν μέχρι καὶ αὐτῶν ὀστέων αἰκισάμενος. ἔμπνουν ἔτ’ αὐτὴν, ὅμως δ’ οὖν πρὸς ἅπαντα γεγηθότι καὶ φαιδρῷ ἱσταμένην προσώπῳ, τοῖς θαλαττίοις κύμασιν ἐμβληθῆναι προστάττει. εἶτ’ ἐξ αὐτῆς ἐπὶ τοὺς λοιποὺς μεταβὰς προστάττει.
τοῖς κατὰ Φαίνω τῆς Παλαιστίνης χαλκοῦ μετάλλοις τοὺς πάντας παραδίδωσιν.
οὐκ εἰς μακρὸν ὕστερον ἐπισκοπῇ τιμηθῆναί τε καὶ μαρτυρίῳ συνέβη τελειωθῆναι, γενναιοτάτην ἔνστασιν τὴν ὑπὲρ εὐσεβείας ἐπιδειξαμένους τοῖς εἰς τὸ αὐτὸ χαλκοῦ μέταλλον πόνοις ὁ αὐτὸς ἐγκρίνει, καυτῆρσι πρότερον τῶν ποδῶν τὰς ἀγκύλας αὐτοῖς
ἀχρειωθῆναι προστάξας.
δικαστὴς, δεινὸς ἐπινοητής τις ὢν κακίας, καὶ τῶν κατὰ τῆς τοῦ Χριστοῦ διδασκαλίας ἐπιχειρημάτων καινουργὸς, τὰς μηδ’ ἀκουσθείσας πώποτε κατὰ τῶν θεοσεβῶν ἐπενόει τιμωρίας, καὶ τρεῖς μὲν εἰς τὸ μονομαχεῖν ἐπὶ πυγμῇ καταδικάζει, Αὐξέντιον
δὲ, σεμνὸν καὶ ἱερὸν πρεσβύτην, θηρίοις βορὰν παραδίδωσιν, ἄλλους δ’ αὗ πάλιν τελείων ἀνδρῶν φέροντας ἡλικίαν εἰς εὐνούχους ἐκτεμὼν τοῖς αὐτοῖς κατακρίνει μετάλλοις, ἑτέρους δ’ αὖ πάλιν μετὰ χαλεπὰς βασάνους δεσμωτηρίῳ καθείργνυσιν, ἐν οἷς καὶ ὁ πάντων ἐμοὶ γοῦν ποθεινότατος ἑταίρων Πάμφιλος ἦν, τῶν καθ’ ἡμᾶς μαρτύρων ἀνὴρ πάσης ἕνεκεν ἀρετῆς ἐπιδοξότατος.
λόγοις φιλοσόφοις τε μαθήμασιν ἀπόπειραν πρότερον ὁ Οὐρβανὸς λαβὼν, εἶθ’ ὕστερον θύειν καταναγκάσας, ὡς ἀνανεύοντα καὶ μηδ’ ὅλως ἐν λόγῳ τὰς ἀπειλὰς ἐώρα τιθέμενον, τὸ πανύστατον ἀγριάνας, σφοδροτέραις αὐτὸν αἰκίζεσθαι προστάττει
βασάνοις.
ἁγίων ὠμότητι ὁποίας ἀμοιβῆς παρὰ τῇ θείᾳ δίκῃ τεύξεται, τοσαῦτα κατὰ τῶν Χριστοῦ μαρτύρων ἐμπαροινήσας, διαγνῶναι ῥᾴδιον ἐκ τῶν τῇδε προοιμίων, δι’ ὧν εὐθὺς καὶ οὐκ εἰς μακρὸν τοῖς κατὰ τοῦ Παμφίλου τετολμημένοις αὐτὸν ἔτι τῆς ἡγεμονίας
ἐχόμενον ἡ θεία μετῆλθεν δίκη, ἀθρόως οὕτως τὸν χθὲς ἄνω που ἐφ’ ὑψηλοῦ βήματος δικάζοντα, καὶ πρὸς τοῦ στρατιωτικοῦ δορυφορούμενον στίφους. ὅλου τε τοῦ στρατιωτικοῦ ἔθνους ἐπάρχοντα, ὁμοδίαιτόν τε οἷα φίλτατον καὶ ὁμοτράπεζον αὐτῷ τῷ
τυράννῳ καθεστῶτα, διὰ μιᾶς γυμνώσασα νυκτὸς, καὶ τῶν τοσούτων ἀξιωμάτων ἔρημον καταστήσασα, ἀτιμίαν τε καὶ αἰσχύνην ἐπὶ τῶν πρότερον ὡσὰν ἄρχοντα αὐτὸν τεθηπότων καταχέασα, δειλόν τε καὶ ἄνανδρον, γυναικώδεις τε προι·έμενον φωνὰς καὶ
ἱκεσίας ὅλω τῷ ἔθνει, οὗ δὴ καὶ ἦρχεν, αὐτόν τε τὸν Μαξιμῖνον, ἐφ’ ᾧ τὸ πρὶν γαυριῶν ἐφρυάττετο, ὡσὰν διαφερόντως αὐτὸν τῶν δρωμένων αὐτῷ καθ᾿ ἡμῶν ἕνεκα στέργοντι, δικαστὴν ἀπηνῆ καὶ ὠμότατον ἐπ᾿ αὐτῆς τῆς Καισαρείας καταστήσασα, ὡς καὶ τὴν ἐπὶ θανάτῳ κατ᾿ αὐτοῦ
ψῆφον ἐξενεγκεῖν, μετὰ πολλὴν τὴν ἐφ᾿ οἷς ἐξηλέγχετο ἀτοπήμασιν αἰσχύνην.
ἀμφ᾿ αὐτὸν τὰ τέλη καὶ τῶν βίων τὰς καταστροφὰς ὁ λόγος ἡμῖν ἐπὶ σχολῆς περιλήψεται.
De Martyribus Palaestinae (Recensio Brevior). Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.