πρὸ δώδεκα Καλανδῶν Δεκεμβρίων, ἣ γένοιτ’ ἂν μηνὸς Δίου εἰκάδι, προσαββάτου ἡμέρᾳ, κατὰ τὴν αὐτὴν Καισάρειαν, γραφῆς ὡς ἀληθῶς ἄξιον, αὐτοῦ δὴ τοῦ τυράννου Μαξιμίνου παρόντος καὶ θέας τοῖς πλήθεσι φιλοτιμουμένου κατὰ τὴν λεγομένην αὐτοῦ γενέθλιον ἡμέραν, ἀπετελέσθη τοιοῦτον.
ἢ καὶ ἀνδρῶν ἐντέχνοις τισὶ σωμασκίαις παραδόξους ψυχαγωγίας τοῖς ὁρῶσιν ἐνδεικνυμένων, πάντως που καὶ τότε, οἷα βασιλέως τὰς θέας παρέχοντος, πλέον τι καὶ παράδοξον χρῆν ὑπάρξαι ταῖς φιλοτιμίαις.
καθ’ ἡμᾶς δόγματος παρήγετο εἰς μέσον, τῆς μόνης καὶ ἀληθοῦς εὐσεβείας ὑπεραγωνιζόμενος. Ἀγάπιος οὗτος ἦν, ὁ δεύτερος ἅμα τῇ Θέκλᾳ θηρσὶν ἐπὶ βορᾷ δεδόσθαι μικρῷ πρότερον δεδηλωμένος, ὃς δὴ καὶ ἄλλοτε δεσμωτηρίου τρίτον καὶ πολλάκις ἅμα κακούργοις
ἐμπομπεύσας τῷ σταδίῳ, ἀεί γε μὴν κατὰ χρόνους τοῦ δικαστοῦ μετὰ τὰς ἀπειλὰς, ἤτοι κατ’ οἶκτον ἢ κατ’ ἐλπίδα τοῦ μεταθήσεσθαι τῆς προθέσεως, εἰς ἑτέρους αὐτὸν ἀγῶνας ὑπερτιθεμένου, τότε δὴ βασιλέως ἐπιπαρόντος ἤγετο, ὥσπερ ἐπίτηδες
εἰς ἐκεῖνο τοῦ καιροῦ πεφυλαγμένος, ὥστ’ ἂν κἀκεῖνο τὸ σωτήριον ῥῆμα, ὃ τοῖς μαθηταῖς θείᾳ γνώσει προηγόρευεν, ὡς ἄρα καὶ ἐπὶ βασιλέων ἀχθήσονται ἕνεκεν τῆς εἰς αὐτὸν μαρτυρίας, καὶ ἐπ’ αὐτοῦ πληρωθείη.
σὺν καί τινι κακούργῳ. φόνῳ δὲ τοῦ δεσπότου 1 τοῦτον ἐνέχεσθαι ἔλεγον.
φιλανθρώπως πρὸς τοῦ βασιλέως σεσωσμένου, τιμῆς τε καὶ ἐλευθερίας ἠξιωμένου.
μὴ φαύλης μὲν ἕνεκεν αἰτίας, εὐσεβείας δὲ τοῦ τῶν ὅλων δημιουργοῦ προθύμως καὶ μεθ᾿ ἡδονῆς, ὅσα δ᾿ ἂν ἐπάγοιτο αὐτῷ, γενναίως ὑποστήσεσθαι.
ἄρκτῳ ὑπαντιάσας, ταύτῃ. τε ἑαυτὸν ἀσμενέστατα ἐπιδεδωκὼς εἰς βορὰν, μεθ᾿ ἣν ἔμπνους εἰς τὸ δεσμωτήριον αἴρεται. μίαν τε ἐνταῦθα ἐπιβιώσας ἡμέ ραν τῇ ἑξῆς λίθων αὐτοῦ προσαρτηθέντων τοῖς ποσὶ μέσῳ πελάγει καταποντοῦται. τοιοῦτο καὶ τὸ τοῦ
Ἀγαπίου μαρτύριον.
De Martyribus Palaestinae (Recensio Brevior). Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.