ὄνομα Παμφίλου τελειωθέντων· δώδεκα δ᾿ ἦσαν οἱ πάντες, προφητικοῦ τινος ἢ καὶ ἀποστολικοῦ χαρίσματος καὶ ἀριθμοῦ κατηξιωμένοι.
καὶ παρ᾿ ὅλον αὐτοῦ τὸν βίον πάσῃ διαπρέψας ἀρετῇ, ἀποτάξει καὶ καταφρονήσει βίου, τῇ τῆς οὐσίας εἰς ἐνδεεῖς κοινωνίᾳ, κοσμικῶν ἐλπίδων ὀλιγωρίᾳ, φιλοσόφῳ πολιτείᾳ καὶ ἀσκήσει· μάλιστα δὲ παρὰ τοὺς καθ᾿ ἡμᾶς πάντας διέπρεπε τῇ περὶ τὰ
θεῖα λόγια γνησιωτάτῃ σπουδῇ, ἀτρύτῳ τε περὶ ἃ προύθετο φιλοπονίᾳ , καὶ τῇ περὶ τοὺς προσήκοντας καὶ πάντας τοὺς αὐτῷ πλησιάζοντας ὠφελείᾳ·
βίου γραφῆς ἐν τρισὶν ἤδη πρότερον ὑπομνήμασι παραδεδώκαμεν. ἀλλὰ γὰρ ἐπ᾿ ἐκεῖνα τοὺς φιλοτίμως καὶ ταῦτα εἰδέναι ἔχοντας ἀναπέμψαντες τὰ νῦν ἐχώμεθα τῆς κατὰ τοὺς μάρτυρας ἀκολουθίας.
ἱεροπρεπεῖ πολιᾷ τετιμημένος Οὐάλης, τῶν ἀπὸ Αἰλίας διάκονος, αὐτῇ προσόψει σεμνότατος πρεσβύτης, τῶν θείων γραφῶν εἰ καί τις ἄλλος ἐπιστήμων· τοσαύτας γέ τοι μνήμας αὐτῶν ἐνεστέρνιστο ὡς μὴ ἐνδεῖν τῆς ἀπὸ γραμμάτων ἐντεύξεως, τῆς
εἴ ποτε λάβοι γραφῆς οἵασδ᾿ οὖν ἀπομνημονεῦσαι διεξόδους.
τελειωθέντων.
φυλάκων βάρβαροι δέ τινες ὑπῆρχον οὗτοι τὸν τρόπον) ἀνερωτηθέντες, καὶ μηδὲν τῆς ἀληθείας ἀποκρυψάμενοι, οἷα κακοῦργοι ἐπ’ αὐτοφώρῳ λη φθέντες συνείχοντο· πέντε δ’ ἦσαν οὗτοι τὸν
παρρησιασάμενοι, αὐτίκα μὲν καθείργνυνται δεσμωτηρίῳ· τῇ δ’ ἐξῆς Περιτίου μηνὸς ἡμέρᾳ ἑκκαιδεκάτῃ Μαρτίου κατὰ Ῥωμαίους ἡ πρὸ δεκατεσσάρων Καλανδῶν) ἐκ προστάγματος τούτους δὴ αὐτοὺς ἅμα τοῖς ἀμφὶ τὸν Πάμφιλον δεδηλωμένοις τῷ δικαστῇ
προσάγουσιν.
ἠρώτα, εἶτ’ ἀντὶ τοῦ κυρίου ὀνόματος προφητικόν τι ἐπακούσας — τοῦτο δὲ πρὸς αὐτῶν ἐγίνετο, ἀντὶ τῶν πατρόθεν αὐτοῖς ἐπιπεφημισμένων εἰδῶ λικῶν ὄντων, εἰ τύχοι, μετατεθεικότων ἑαυτοῖς τὰς προσηγορίας· Ἠλίαν γοῦν καὶ Ἱερεμίαν καὶ Ἠσαίαν
τε καὶ Σαμουὴλ καὶ Δανιὴλ ἤκουες ἂν αὐτῶν ἐπιγραφομένων, καὶ τὸν ἐν κρυπτῷ Ἰουδαῖον γνήσιόν τε καὶ εἰλικρινῶς Ἰσραὴλ τοῦ θεοῦ οὐ μόνον ἔργοις, ἀλλὰ φωναῖς κυρίως ἐκφερομέναις ἐπιδεικνυμένων — τοιοῦτόν τι οὑν πρὸς τοῦ μάρτυρος ὄνομα ἐπακούσας ὁ Φιρμιλλιανὸς, οὐ μὴν ἐπιστήσας τῇ τοῦ
ῥήματος δυνάμει, δεύτερον ἥτις αὐτοῦ πατρὶς γένοιτο ἠρώτα.
ἥτις ἐστὶν μήτηρ ἡμῶν.” καὶ “προσεληλύθατε Σιῶν ὄρει, καὶ πόλει θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ.”
βασάνους ἐπῆγεν, ὡς ἂν τἀληθὲς ὁμολογοίη· ὁ δὲ στρεβλούμενος κατόπιν τὼ χεῖρε, καὶ τοῖν ποδοῖν μαγγάνοις τισὶ ξένοις διακλώμενος, τἀληθὲς εἰπεῖν ἀπισχυρίζετο.
εἶναι τῶν θεοσεβῶν ταύτην ἔλεγε πατρίδα· μὴ γὰρ ἑτέροις ἢ τούτοις μόνοις αὐτῆς μετεῖναι, κεῖσθαι δὲ πρὸς αὐταῖς ἀνατολαῖς καὶ πρὸς ἀνίσχοντι ἡλίῳ.
αἰκιζομένων ἐπιστροφὴν ποιούμενος, ἄσαρκος δ’ ὥσπερ καὶ ἀσώματος οὐδ’ ἐπαίειν δοκῶν τῶν ἀλγηδόνων· ὁ δ’ ἀπορούμενος ἐσφάδαζεν, ἐχθρὰν καὶ Ῥωμαίοις πολεμίαν πάντως που συστήσεσθαι πόλιν Χριστιανοὺς οἰόμενος, πολύς τε ἦν ταύτην ἀνερευνῶν,
καὶ τὴν δηλωθεῖσαν χώραν κατ’ ἀνατολὰς 1 ἐξετάζων.
κατὰ τοῦτον δραματουργίαν εἰλήχει. καὶ τοὺς λοιποὺς δὲ τοῖς παραπλησίοις ἄθλοις ἐγγυμνάσας τὸν ὅμοιον ἀπαλλάττει τρόπον.
μέτεισιν, ἀναδιδαχθείς τε ὡς ἤδη καὶ πρότερον διὰ βασάνων ἀμετάθετον ἐνεδείξαντο τὴν ὑπὲρ τῆς πίστεως προθυμίαν, ἀνερωτήσας εἰ ἄρα εἰσέτι κἂν νῦν πειθαρχοῖεν, δεξάμενός τε αὐτὸ μόνον παρ’ ἑνὸς ἑκάστου τὴν τελευταίαν αὐτῶν τῆς κατὰ τὸ
μαρτύριον ὁμολογίας φωνὴν, τὴν αὐτὴν τοῖς προτέροις ἐπάγει τιμωρίαν.
κατὰ τοῦ δεσπότου ψῆφον, ἀπὸ μέσης τῆς πληθύος ἀναβοᾷ, γῇ τὰ σώματα παραδοθῆναι ἀξιῶν.
ἔμαθεν, ὥσπερ ὑπό τινος τρωθεὶς βέλους, οἰδήσας τὸν θυμὸν, ὅλῃ δυνάμει τοῖς βασανισταῖς χρῆσθαι κατ’ αὐτοῦ προστάττει.
ἀψύχων, ἄχρις αὐτῶν ὀστέων καὶ τῶν ἐν βάθει καὶ ἐν μυχοῖς σπλάγχνων παραμόνως καταξαίνεσθαι κελεύει. εἰς μακρὸν δὲ τούτου γινομένου μάτην ἐγχειρεῖν διέγνω, ἀφώνου καὶ ἀνεπαισθήτου, μικροῦ δὲ δεῖν καὶ πάντη ἀψύχου τοῦ σώματος αὐτῷ ταῖς βασάνοις κατατριβομένου.
ἀπάνθρωπον κεκτημένος, εὐθὺς ὡς εἶχε μακρῷ πυρὶ παραδοθῆναι αὐτὸν ἀποφαίνεται. καὶ οὗτος μὲν, πρὸ τῆς τοῦ κατὰ σάρκα δεσπότου τελειώσεως, ὕστατος ἐπὶ τὸν ἀγῶνα παρελθὼν, τὴν ἀπὸ τοῦ σώματος ἀπαλλαγὴν προύλαβεν, ἔτι διαμελλόντων
τῶν περὶ τοὺς προτέρους ἐσπουδακότων.
καὶ θείου πνεύματος ὡς ἀληθῶς ἔμπλεων, αὐτοῦ τε φιλοσόφῳ σχήματι μόνῳ τῷ περὶ αὐτὸν ἀναβολαίῳ ἐξωμίδος τρόπον ἠμφιεσμένον, νηφαλέῳ τε λογισμῷ περὶ ὧν ἐβούλετο τοῖς γνωρίμοις ἐντελλόμενον καὶ διανεύοντα, ἐπ’ αὐτῷ τε ἰκρίῳ τὸ πρόσωπον ἔτι
φαιδρὸν διατηροῦντα, ἀλλὰ καὶ ἁφθείσης ἔξω ἀπὸ μακροῦ ἀποστήματος κύκλῳ περὶ αὐτὸν τῆς πυρᾶς, ἐνθένδε κἀκεῖθεν ἀφαρπάζοντα τῷ στόματι τὴν φλόγα, γενναιότατά τε εἰς ἐσχάτην ἀναπνοὴν ἐγκαρτεροῦντα τῇ σιωπῇ, μετὰ μίαν τε, ἣν ἅμα καθαψαμένης
αὐτοῦ τῆς φλογὸς ἀπέρρηξε, φωνὴν, τὸν υἱὸν τοῦ θεοῦ Ἰησοῦν βοηθὸν ἐπιβοώμενος. τοιοῦτος καὶ ὁ Πορφυρίου ἆθλος.
ἀγγελίας διάκονος, τοῦ σὺν αὐτοῖς παραχρῆμα κλήρου καταξιοῦται. αὐτίκα γάρ τοι αὐτὸν διαγγείλαντα τὸ τοῦ Πορφυρίου τέλος, τῶν τε μαρτύρων ἕνα δή τινα φιλήματι προσειπόντα, ἐπιλαβόμενοι στρατιῶταί τινες ἄγουσιν ἐπὶ τὸν ἡγεμόνα. ὁ δὲ ὥσπερ ἐπισπέρχων αὐτὸν τῷ προτέρῳ συναπόδημον τῆς εἰς οὐρανοὺς γενέσθαι πορείας, αὐτίκα κεφαλικῇ τιμωρίᾳ κολασθῆναι προστάττει.
ἀπὸ τῆς Καππαδοκῶν γῆς, τῆς δ’ ἐν στρατείαις ἐπιλέκτου νεολαίας, καὶ τῶν ἐν Ῥωμαϊκοῖς ἀξιώμασιν οὐ μικρᾶς τιμῆς ἐπειλημμένος· ἡλικίᾳ τε γὰρ καὶ ῥώμῃ σώματος, μεγέθει τε καὶ ἰσχύι· παρὰ πλεῖστον ὅσον τοὺς συστρατιώτας ἐπλεονέκτει, ὡς καὶ τὴν πρόσοψιν
αὐτῷ περιβόητον τοῖς πᾶσιν εἶναι, καὶ τὸ πᾶν εἶδος ἀξιάγαστον, μεγέθους ἕνεκα καὶ εὐμορφίας.
ζηλωτὴν ἑαυτὸν καταστήσας τῶν τῆς θεοσεβείας ἀσκητῶν, ὀρφανῶν ἐρήμων καὶ χηρῶν ἀπεριστάτων, τῶν τε ἐν πενίαις καὶ ἀσθενείαις ἀπερριμμένων ἐπίσκοπος ὥσπερ καὶ ἐπίκουρος, πατρὸς καὶ κηδεμόνος δίκην, ἀναπέφανται, ὅθεν δὴ εἰκότ’ ὡς πρὸς
τοῦ τοῖς τοιοῖσδε μᾶλλον τῶν διὰ καπνοῦ καὶ αἵματος θυσιῶν χαίροντος θεοῦ τῆς κατὰ τὸ μαρτύριον παραδόξου κλήσεως ἠξιώθη.
μαρτυρίῳ ἐπαξίως τοῦ ἀνδρὸς διανοιχθείσης πύλης εὐμαρὴς ἅμ’ αὐτῷ καὶ ἑτέροις ἡ πάροδος τῆς εἰς τὴν βασιλείαν τῶν οὐρανῶν εἰσόδου γεγένηται.
τυγχάνων οἰκετίας, τετιμημένος τε παρὰ τῷ Φιρμιλλιιανῶ πλέον τῶν κατὰ τὸν οἶκον ἁπάντων, τοῦτο μὲν τῆς ἡλικίας ἕνεκεν, καὶ τῷ τριγενείας πατέρα καθεστάναι, τοῦτο δὲ δι’ ἣν ἔσωζε περὶ αὐτοὺς εὔνοιαν καὶ πιστοτάτην συνείδησιν, τὸ παραπλήσιον τῷ Σελεύκῳ διαπραξάμενος, προσαχθεὶς τῷ δεσπότῃ
καὶ μᾶλλον αὐτὸν τῶν πρότερον ὀξύνας, ταὐτὸ τοῦ σωτηρίου μαρτύριον πάθους σταυρῷ παραδοθεὶς κατεδέξατο.
ἐξ ἀποδημίας γέ τοι ἀφικόμενος αὐτίκα, καὶ μηδ’ εἰσβαλών πω τῇ πόλει, εὐθὺς ὡς εἶχεν ἀπὸ τῆς ὁδοῦ μαθὼν καὶ ὁρμήσας ἐπὶ τὴν μαρτύρων θέαν, ὡς ἐπὶ γῆς χαμαὶ τὰ τῶν ἁγίων εἶδε σκηνώματα, χαρᾶς ἔμπλεως γεγονὼς, ἑκάστῳ περιπλακεὶς, τοὺς
πάντας ἠσπάζετο.
τηλικούτων αὐτὸν ἀξιώσαντι κυρίῳ ὑπερευχαριστῶν, τοῦ τῶν μαρτύρων κατηξιώθη στεφάνου.
αὐτοῦ ἁγίου πνεύματος. τοιοῦτο τῆς συνοδίας τὸ στῖφος τῶν ἅμα Παμφίλῳ συνεισελθεῖν ἐπὶ τὸ μαρτύριον ἀξιωθέντων.
βορὰν τοῖς σαρκοβόροις ἐτηρεῖτο. ὡς δ’ οὐδὲν αὐτοῖς παραδόξως, οὐ θηρίον, οὐ πτηνὸν, οὐ κύων προσεπέλαζεν, αὖθις ἐξ οἰκονομίας τῆς τοῦ θεοῦ προνοίας ἀβλαβῆ ληφθέντα, τῆς τε προσηκούσης κηδείας λαχόντα, τῇ συνήθει παρεδόθη ταφῇ.
εἰς τὴν Καισάρειαν ἀφικόμενοι, πρὸς τῇ πύλῃ καὶ αὐτοὶ δι’ ἣν ἐληλύθασιν ἀνεκρίνοντο αἰτίαν· εἶτα ὁμολογήσαντες τἀληθὲς τῷ Φιρμιλλιανῷ προσάγονται. ὁ δ’ ὡς εἶχε, πάλιν μηδὲν ὑπερθέμενος, μετὰ πλείστας βασάνους ἅς κατὰ τῶν πλευρῶν
αὐτοῖς ἐπιτέθεικε, θηρίων αὐτοὺς βορᾷ κατακρίνει.
καὶ μετὰ τοῦτον ξίφει κατασφαγεὶς ἐτελειώθη, ὁ δὲ Εὔβουλος μεθ’ ἑτέραν μέσην, Νώναις αὐταῖς Μαρτίαις, ἣ γένοιτ’ ἂν ἑβδόμη Δύστρου, πολλὰ λιπαρήσαντος αὐτὸν τοῦ δικαστοῦ, ὡς ἂν θύσας τῆς νομιζομένης παρ’ αὐτῶν ἐλευθερίας τύχοι, τῆς
προσκαίρου ζωῆς τὸν ὑπὲρ εὐσεβείας εὐκλεῆ προτιμήσας θάνατον, μετὰ τοὺς θῆρας ὁμοίως τῷ προτέρῳ θῦμα γενόμενος, ὕστατος τῶν ἐπὶ τῆς Καισαρείας μαρτύρων τοὺς ἄθλους ἐπεσφραγίσατο.
ὡς ἄρα οὐκ εἰς μακρὸν τῆς οὐρανίου προνοίας τοὺς δυσσεβεῖς ἄρχοντας αὐτοῖς τυράννοις μετελθούσης. ὁ γὰρ τὰ τοσαῦτα κατὰ τῶν τοῦ Χριστοῦ μαρτύρων παροινήσας, αὐτὸς δὴ ὁ Φιρμιλλιανὸς, μετὰ τῶν ἄλλων ἐσχάτην ὑπομείνας τιμωρίαν ξίφει τὴν ζωὴν καταστρέφει.
καὶ τὰ μὲν κατὰ Καισάρειαν ἐφ’ ὅλοις τοῖς τοῦ διωγμοῦ χρόνοις ἐπιτελεσθέντα μαρτύρια τοιαῦτα.
De Martyribus Palaestinae (Recensio Brevior). Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.