πρὸ δεκαεννέα Καλανδῶν Ἰαννουαρίων λέγοιτ’ ἂν, πάλιν αὖ τῶν ἀπ’ Αἰγύπτου τινὲς πρὸς τῶν ἐπὶ ταῖς πύλαις τοὺς παριόντας διερευνωμένων συλληφθέντες ἐτύγχανον δ’ οὗτοι θεραπείας ἕνεκα τῶν κατὰ Κιλικίαν ὁμολογητῶν στειλάμενοι)
οἱ μὲν τὴν αὐτὴν οἷς ἔτυχον ἐξυπηρετησόμενοι κατεδέξαντο ψῆφον, ὀφθαλμοὺς καὶ πόδας ἀχρειωθέντες, τρεῖς δ’ αὐτῶν ἐν Ἀσκάλωνι, ἔνθα καὶ ἐνέσχηντο, θαυμασίαν τε παράστασιν ἀνδρείας παρεσχημένοι διάφορον ἀπηνέγκαντο μαρτυρίου τέλος,
ὁ μέν τις αὐτῶν πυρὶ παραδοθεὶς Ἄρης ὄνομα, οἱ δὲ τὰς κεφαλὰς ἀποτμηθέντες, Πρόμος καὶ Ἠλίας τούτοις ἢν ἡ προσηγορία.
ἀσκητὴς, ὁ καὶ Ἀψέλαμος, ἀπὸ Ἀνέας κώμης τῶν ὅρων Ἐλευθεροπόλεως, διὰ πυρὸς, οἶα χρυσὸς ἀκραιφνέστατος, τῆς εἰς τὸν Χριστὸν τοῦ θεοῦ πίστεως εὐγενεῖ λογισμῷ τὴν δοκιμὴν ἀποδέδωκε, μυρία μὲν λιπαροῦντας τόν τε δικαστὴν καὶ τοὺς
ἀμφ’ αὐτὸν, ὡς ἂν ἐλεήσειέ τε αὐτὸν καὶ τῆς ἰδίας φείσαιτο νεότητός τε καὶ ἀκμῆς, ὑπεριδὼν, προτιμήσας δ’ ἁπάντων καὶ ζωῆς αὐτῆς τὴν ἐπὶ τὸν τῶν ὅλων θεὸν ἐλπίδα.
ζήλῳ μὲν, ὡς ᾤετο, εὐσεβείας, ἀλλ’ οὔτι γε τῆς κατ’ ἐπίγνωσιν, ὅμως δ’ οὖν μιᾷ· καὶ τῇ αὐτῇ πυρᾷ τὸν βίον συνεξελήλυθεν. ἀλλὰ ταῦτα μὲν ταύτῃ.
De Martyribus Palaestinae (Recensio Brevior). Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.