δέκα διαγενόμενος Γαΐῳ τῷ καθ’ ἡμὰς καταλείπει τὸν κλῆρον. καὶ τούτου δὲ ἀμφὶ τὰ πεντεκαίδεκα ἔτη προστάντος Μαρκελλῖνος κατέστη διάδοχος, ὃν καὶ αὐτὸν ὁ διωγμὸς κατείληφε.
ὃν Δωρόθεον πρεσβείου τοῦ κατὰ Ἀντιόχειαν ἠξιω μένον τῶν τηνικάδε λόγιον ἄνδρα ἔγνωμεν. φιλόκαλο δ’ οὗτος περὶ τὰ θεῖα γεγονὼς καὶ τῆς Ἑβραίων ἐπεμελήθη γλώττης, ὡς καὶ αὐταῖς ταῖς Ἑβραϊκαῖς γραφαῖς ἐπιστημόνως ἐντυγχάνειν.
τῶν μάλιστα ἐλευθερίων, προπαιδείας τε τῆς καθ’ Ἕλληνας οὐκ ἄμοιρος, τὴν φύσιν δὲ ἄλλως εὐνοῦχος, οὕτω πεφυκὼς ἐξ αὐτῆς γενέσεως ὡς καὶ βασιλέα διὰ τοῦτο οἷόν τι παράδοξον αὐτὸν οἰκειώσασθαι, καὶ τιμῆσαί γε ἐπιτροπῇ τῆς κατὰ Τυρὸν
ἁλουργοῦ βαφῆς.
ἡγήσατο μετὰ Σωκράτην Εὐσέβιος, ἀπὸ Ἀλεξανδρέων ὁρμηθεὶς πόλεως. αἰτία δ’ αὐτῷ τῆς μεταναστάσεως ὑπῆρξεν ἡ κατὰ τὸν Παῦλον ὑπόθεσις, δι’ ὃν τῆς Συρίας ἐπιβὰς πρὸς τῶν τῇδε περὶ τὰ θεῖα ἐσπουδακότων τῆς οἴκαδε πορείας εἴργεται,
ἐπέραστόν τι θεοσεβείας χρῆμα τῶν καθ’ ἡμὰς γενόμενος, ὡς καὶ ἀπὸ τῶν παρατεθεισῶν Διονυσίου φωνῶν διαγνῶναι ῥᾴδιον.
καὶ παιδείας τῆς Ἑλλήνων φιλοσοφίας τε τὰ τῶν μάλιστα καθ’ ἡμᾶς δοκιμωτάτων ἀπενηνεγμένος, ἅτε ἀριθμητικῆς καὶ γεωμετρίας ἀστρονομίας τε καὶ τῆς ἄλλης διαλεκτικῆς, ἔτι τε φυσικῆς θεωρίας, ῥητορικῶν τε αὖ μαθημάτων ἐληλακὼς εἰς ἄκρον· ὧν ἕνεκα καὶ τῆς ἐπ’ Ἀριστοτέλους διαδοχῆς τὴν διατριβὴν λόγος ἔχει πρὸς τῶν τῇδε πολιτῶν συστήσασθαι αὐτὸν ἀξιωθῆναι.
μὲν οὖν τοῦδε καὶ ἄλλας ἀριστείας ἐν τῇ κατ’ Ἀλεξάνδρειαν τοῦ Προυχείου πολιορκίᾳ μνημονεύουσιν, ἅτε τῶν ἐν τέλει προνομίας ἐξαιρέτου πρὸς ἀπάντων ἠξιωμένου, δείγματος δὲ ἕνεκα μόνου τοῦδε ἐπιμνησθήσομαι.
πολιορκουμένοις ἐπιλελοιπότος, ὡς ἤδη τῶν ἔξωθεν πολεμίων μᾶλλον αὐτοῖς τὸν λιμὸν ἀφόρητον καθεστάναι, παρὼν ὁ δηλούμενος οἰκονομεῖταί τι τοιοῦτον. θατέρου μέρους τῆς πόλεως τῷ Ῥωμαϊκῷ συμμαχοῦντος στρατῷ, ταύτῃ τε τυγχάνοντος ἀπολιορκήτου,
τὸν Εὐσέβιον ἔτι γὰρ εἶναι τότε αὐτόθι πρὸ τῆς ἐπὶ Συρίαν μεταναστάσεως) ἐν τοῖς ἀπολιορκήτοις ὄντα, μέγα τε κλέος καὶ διαβόητον ὄνομα μέχρι καὶ τοῦ Ῥωμαίων στρατηλάτου κεκτημένον, περὶ τῶν λιμῷ διαφθειρομένων κατὰ τὴν πολιορκίαν
πέμψας ὁ Ἀνατόλιος ἐκδιδάσκει.
ἐπαγγελίαν δεξάμενος, βουλὴν τῶν Ἀλεξανδρέων συναγαγὼν, τὰ μὲν πρῶτα πάντας ἠξίου φιλικὴν δοῦναι Ῥωμαίοις δεξιὰν, ὡς δ’ ἀγριαίνοντας ἐπὶ τῷ λόγῳ συνεῖδεν, ἀλλ’ οὐ τούτῳ γε, φησὶν, ἀντιλέξειν ποθ’ ὑμὰς οἴομαι, εἰ τοὺς περιττοὺς καὶ ἡμῖν
αὐτοῖς οὐδαμῆ χρησίμους, γραΐδας καὶ νήπια καὶ πρεσβύτας, ἐκδοῦναι πυλῶν ἔξω βαδίζειν ὅποι καὶ βούλοιντο συμβουλεύσαιμι. τί γὰρ δὴ τούτους εἰς μάτην ὅσον οὔπω τεθνηξομένους παρ’ ἑαυτοῖς ἔχοιμεν; τί δὲ τοὺς ἀναπήρους καὶ τὰ σώματα λελωβημένους τῷ λιμῷ κατατρύχομεν, τρέφειν δέον μόνους
ἄνδρας καὶ νεανίας, καὶ τὸν ἀναγκαῖον πυρὸν τοῖς ἐπὶ φυλακῇ τῆς πόλεως ἐπιτηδείοις ταμιεύεσθαι;
ἀπολύειν τῆς πόλεως, ὅτι μηδὲ καταμένουσιν αὐτοῖς καὶ εἰς τὸ ἄχρηστον ἐν τῇ πόλει διατρίβουσιν ἐλπὶς ἂν γένοιτο σωτηρίας, πρὸς τοῦ λιμοῦ διαφθαρησομένοις.
πολιορκουμένων διεσώσατο, ἐν πρώτοις μὲν τοὺς ἀπὸ τῆς ἐκκλησίας, ἔπειτα δὲ καὶ τῶν ἄλλων τῶν κατὰ τὴν πόλιν πᾶσαν ἡλικίαν διαδιδράσκειν προμηθούμενος, οὐ μόνον τῶν κατὰ τὴν ψῆφον δεδογμένων, τῇ δὲ τούτων προφάσει καὶ μυρίους ἄλλους
λεληθότως γυναικείαν στολὴν ἀμπισχομένους, νύκτωρ τε τῇ ἐκείνου φροντίδι τῶν πυλῶν ἐξιόντας καὶ ἐπὶ τὴν Ῥωμαίων στρατιὰν ὁρμῶντας. ἔνθα τοὺς πάντας ὑποδεχόμενος ὁ Εὐσάβιος πατρὸς καὶ ἰᾶτ’ ῥοῦ δίκην κεκακωμένους ἐκ τῆς μακρὰς πολιορκίας
διὰ πάσης προνοίας καὶ θεραπείας ἀνεκτᾶτο.
“μηνίαν τοῦ πρώτου μηνὸς , ἥτις ἁπάσης ἐστὶν ἀρχὴ “τῆς ἐννεακαιδεκαετηρίδος, τῇ κατ᾿ Αἰγυπτίους μὲν “Φαμενὼθ ἕκτῃ καὶ εἰκάδι, κατὰ δὲ τοὺς Μακεδό- “νων μῆνας Δύστρου δευτέρα καὶ εἰκάδι, ὡς δ᾿ “ἄν εἴποιεν ῾Ρωμαῖοι, πρὸ ἕνδεκα Καλανδῶν Ἀπριλ-
“λίων.
“ἀρχὴν καὶ κεφαλὴν τοῦ κύκλου καὶ ἄφεσιν τοῦ “τῶν πλανητῶν δρόμου καλεῖν εἰώθασι, τὸ δὲ πρὸ “τούτου μηνῶν ἔσχατον καὶ τμῆμα δωδέκατον καὶ “τελευταῖον δωδεκατημόριον καὶ τέλος τῆς τῶν πλα- “νητῶν περιόδου. διὸ καὶ τοὺς ἐν αὐτῷ τιθεμένους
“τὸν πρῶτον μῆνα καὶ τὴν τεσσαρεσκαιδεκάτην “τοῦ πάσχα κατ᾿ αὐτὴν λαμβάνοντας οὐ μικρῶς “οὐδ᾿ ὡς ἔτυχεν ἁμαρτάνειν φαμέν.
“αὐτῶν μάλιστα. μαθεῖν δ᾿ ἔστιν ἐκ τῶν ὑπὸ Φί- “λωνος, Ἰωσήπου, Μουσαίου λεγομένων, καὶ οὐ “μόνων τούτων, ἀλλὰ καὶ τῶν ἔτι παλαιοτέρων, “ἀμφοτέρων Ἀγαθοβούλων τῶν ἐπίκλην διδασκά- “λων, Ἀριστοβούλου τοῦ πάνυ, ὃς ἐν τοῖς ἑβδομή-
“κοντα κατειλεγμένος τοῖς τὰς ἱερὰς καὶ θείας “Ἑβραίων ἑρμηνεύσασι γραφὰς Πτολεμαίῳ τῷ Φιλα- “δέλφῳ καὶ τῷ τούτου πατρὶ, καὶ βίβλους ἐξηγητι- “κὰς τοῦ Μωυσέως νόμου τοῖς αὐτοῖς προσεφώνησε “βασιλεῦσιν.
“ἴσης ἅπαντας μετὰ ἰσημερίαν ἐαρινὴν, μεσοῦντος “τοῦ πρώτου μηνός· τοῦτο δὲ εὑρίσκεσθαι, τὸ πρῶ- “τον τμῆμα τοῦ ἡλιακοῦ, ἢ ὥς τινες αὐτῶν ὠνόμασαν, ζωοφόρου κύκλου διεξιόντος ἡλίου. ὁ δὲ Ἀριστόβουλος προστίθησιν ὡς εἴη ἐξ ἀνάγκης τῇ
“τῶν διαβατηρίων ἑορτῇ, μὴ μόνον τὸν ἥλιον τὸ ἰσημερινὸν διαπορεύεσθαι τμῆμα, καὶ τὴν σελήνην “δέ.
“τηρίων ἡμέρας τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ μηνὸς μεθ’ ἐσπέραν, ἐστήξεται μὲν ἡ σελήνη τὴν ἐναντίαν καὶ διάμετρον τῷ ἡλίῳ στάσιν, ὥσπερ οὖν ἔξεστιν ἐν ταῖς πανσελήνοις ὁρᾶν, ἔσονται δὲ ὁ μὲν κατὰ τὸ ἐαρινὸν ἰσημερινὸν, ὁ ἥλιος, τμῆμα, ἡ δὲ ἐξ
ἀνάγκης κατὰ τὸ φθινοπωρινὸν ἰσημερινὸν, ἡ σελήνη.
δεῖν πάντως μετ’ ἰσημερίαν ἄγεσθαι· παρίημι δὲ τὰς τοιαύτας τῶν ἀποδείξεων ὕλας ἀπαιτῶν, ὧν περιῄρηται μὲν τὸ ἐπὶ τοῦ Μωυσέως νόμῳ κάλυμμα, ἀνακεκαλυμμένῳ δὲ τῷ προσώπῳ λοιπὸν ἤδη Χριστὸν καὶ τὰ Χριστοῦ ἀεὶ κατοπτρίζεσθαι μαθήματά
τε καὶ παθήματα. τοῦ δὲ τὸν πρῶτον παρ’ Ἑβραί- “οις ὄις μῆνα περὶ ἰσημερίαν εἶναι παραστατικὰ καὶ τὰ “ἐν τῷ Ἐωὼχ μαθήματα.“
ἑαυτοῦ μετὰ τελευτὴν ποριεῖσθαι τῇ ἰδίᾳ παροικίᾳ προμνώμενος. καὶ δὴ ἐπὶ σμικρόν τινα χρόνον ἄμφω τῆς αὐτῆς προύστησαν ἐκκλησίας, ἀλλὰ γὰρ ἐπὶ τὴν Ἀντιόχειαν τῆς κατὰ Παῦλον συνόδου καλούσης, τὴν Λαοδικέων πόλιν παριὼν πρὸς τῶν ἀδελφῶν
αὐτόθι κοιμηθέντος Εὐσεβίου κεκράτηται·
οὐχ ὁμοίως γε μὴν περὶ τὴν θείαν πίστιν διατεθειμένος, ὡς προϊὼν ὁ τοῦ διωγμοῦ καιρὸς ἀπήλεγξεν, εἴρωνα μᾶλλον δειλόν τε καὶ ἄνανδρον ἤπερ ἀληθῆ φιλόσοφον ἀποδείξας τὸν ἄνδρα.
ἀνορθοῦται δ᾿ αὐτὰ πρὸς αὐτοῦ θεοῦ τοῦ πάντων σωτῆρος αὐτίκα τῆς αὐτόθι παροικίας ἐπίσκοπος ἀναδειχθεὶς Θεόδοτος, πράγμασιν αὐτοῖς ἀνὴρ καὶ τὸ κύριον ὄνομα καὶ τὸν ἐπίσκοπον ἐπαληθεύσας. ἰατρικῆς μὲν γὰρ σωμάτων ἀπεφέρετο τὰ
πρῶτα τῆς ἐπιστήμης, ψυχῶν δὲ θεραπευτικῆς οἷος οὐδὲ ἄλλος ἀνθρώπων ἐτύγχανε, φιλανθρωπίας, γνησιότητος, συμπαθείας, σπουδῆς τῆς τῶν παρ᾿ αὐτοῦ δεομένων ὠφελείας ἕνεκεν. πολὺ δὲ ἦν αὐτῷ καὶ τὸ περὶ τὰ θεῖα μαθήματα συνησκημένον. οὗτος
μὲν δὴ τοιοῦτος ἦν.
αὐτῷ τε βίῳ φιλόσοφον ἀληθῆ, πρεσβείου τῆς αὐτόθι παροικίας ἠξιωμένον, Πάμφιλον ἔγνωμεν, ὃν ὁποῖός τις ἦν καὶ ὁπόθεν ὁρμώμενος, οὐ σμικρᾶς ἂν γένοιτο δηλοῦν ὑποθέσεως· ἕκαστα δὲ τοῦ κατ’ αὐτὸν βίου καὶ ἧς συνεστήσατο διατριβῆς, τούς τε
κατὰ τὸν διωγμὸν ἐν διαφόροις ὁμολογίαις ἀγῶνας αὐτοῦ, καὶ ὃν ἐπὶ πᾶσιν ἀνεδήσατο τοῦ μαρτυρίου στέφανον, ἐν ἰδίᾳ τῇ περὶ αὐτοῦ διειλήφαμεν ὑποθέσει.
γενομένους ἴσμεν τῶν μὲν ἐπ’ Ἀλεξανδρείας πρεσβυτέρων Πιέριον, Μελέτιον δὲ τῶν κατὰ Πόντον ἐκκλησιῶν ἐπίσκοπον.
τοῦ κοινοῦ τῆς ἐκκλησίας διαλέξεσιν ὑπερφυῶς ἐξησκημένος, ὁ δὲ Μελέτιος τὸ μέλιτῆς’ Αττικῆς ἐκάλουν αὐτὸν οἱ ἀπὸ παιδείας) τοιοῦτος ἦν, οἷον ἂν γράψειέ τις τῶν κατὰ πάντα λόγων ἕνεκα τελεώτατον· ῥητορικῆς μέν γε τὴν ἀρετὴν οὐδὲ οἶόν τε θαυμάζειν
ἐπαξίως, ἀλλὰ τοῦτο μὲν εἶναι αὐτῷ φαίη ἄν τις τὸ κατὰ φύσιν· τῆς δ’ ἄλλης πολυπειρίας τε καὶ πολυμαθείας τίς ἂν τὴν ἀρετὴν ὑπερβάλοιτο;
εἶπες. ἐφάμιλλα δὲ αὐτῷ καὶ τὰ τῆς ἀρετῆς παρῆν τοῦ βίου. τοῦτον κατὰ τὸν τοῦ διωγμοῦ καιρὸν τοῖς κατὰ Παλαιστίνην κλίμασι διαδιδράσκοντα ἐφ’ ὅλοις ἔτεσιν ἑπτὰ κατενοήσαμεν.
ἡμᾶς διωγμοῦ τὸν εἰσέτι νῦν ἐκεῖσε πεφυλαγμένον ἀποστολικὸν διαδέχεται θρόνον.
τῷ Πιερίῳ πρεσβυτερίου ἠξιωμένος Ἀχιλλᾶς ἐγγωρίζετο, τῆς ἱερᾶς πίστεως τὸ διδασκαλεῖον ἐγκεχειρισμένος, οὐδενὸς ἧττον σπανιώτατον φιλοσοφίας ἔργον καὶ πολιτείας εὐαγγελικῆς τρόπον γνήσιον ἐπιδεδειγμένος.
ἔτεσιν ἐξυπηρετησάμενον διαδέχεται τὴν ἐπισκοπὴν τῶν ἐπ’ Ἀλεξανδρείας Πέτρος, ἐν τοῖς μάλιστα καὶ αὐτὸς διαπρέψας ἐφ’ ὅλοις δυοκαίδεκα ἐνιαυτοῖς, ὧν πρὸ τοῦ διωγμοῦ τρισὶν οὐδ’ ὅλοις ἔτεσιν ἡγησάμενος τῆς ἐκκλησίας, τὸν λοιπὸν τοῦ βίου χρόνον
εὐτονωτέρᾳ τῇ συνασκήσει ἑαυτόν τε ἦγε, καὶ τῆς κοινῆς τῶν ἐκκλησιῶν ὠφελείας οὐκ ἀφανῶς ἐπεμέλετο. ταύτῃ δ’ οὖν ἐνάτῳ ἔτει τοῦ διωγμοῦ τὴν κεφαλὴν ἀποτμηθεὶς τῷ τοῦ μαρτυρίου κατεκοσμήθη στεφάνῳ.
ὑπόθεσιν, ἀπὸ τῆς τοῦ σωτῆρος ἡμῶν γενέσεως ἐπὶ τὴν τῶν προσευκτηρίων καθαίρεσιν εἰς ἔτη συντείνουσαν πέντε καὶ τριακόσια, φέρε ἐξῆς τοὺς καθ’ ἡμᾶς τῶν ὑπὲρ εὐσεβείας ἀνδρισαμένων ἀγῶνας, ὅσοι τε καὶ πηλίκοι γεγόνασι, καὶ τοῖς μεθ’
ἡμάς εἰδέναι διὰ γραφῆς καταλείψωμεν.
Ecclesiastical History. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.