κοινῆς γνώμης οἱ ἐπὶ ταὐτὸ συγκεκροτημένοι ποιμένες διαχαράξαντες ἐπιστολὴν εἰς πρόσωπον τοῦ τε Ῥωμαίων ἐπισκόπου Διονυσίου καὶ Μαξίμου τοῦ Ἀλεξάνδρειαν ἐπὶ πάσας διαπέμπονται τὰς ἐπαρχίας, τὴν αὐτῶν τε σπουδὴν τοῖς πᾶσι φανερὰν καθιστάντες,
καὶ τοῦ Παύλου τὴν διάστροφον ἑτεροδοξίαν, ἐλέγχους τε καὶ ἐρωτήσεις ἃς πρὸς αὐτὸν ἀνακεκινήκασι, καὶ ἔτι τὸν πάντα βίον τε καὶ τρόπον τοῦ ἀνδρὸς διηγούμενοι· ἐξ ὧν μνήμης ἕνεκεν καλῶς ἂν ἔχοι ταύτας αὐτῶν ἐπὶ τοῦ παρόντος διελθεῖν τὰς
φωνάς
Πρόκλος, Νικομᾶς καὶ Αἰλιανὸς καὶ Παῦλος καὶ “Βωλανὸς καὶ Πρωτογενὴς καὶ Ἱέραξ καὶ Εὐτύχιος “καὶ Θεόδωρος καὶ Μαλχίων καὶ Λούκιος, καὶ οἱ λοιποὶ πάντες οἶ σὺν ἡμῖν παροικοῦντες τὰς ἐγγὺς “πόλεις καὶ ἔθνη ἐπίσκοποι καὶ πρεσβύτεροι καὶ διάκονοι καὶ αἱ ἐκκλησίαι τοῦ θεοῦ ἀγαπητοῖς
“ἀδελφοῖς ἐν κυρίῳ χαίρειν.
“καὶ Φιρμιλλιανὸν τὸν ἀπὸ τῆς Καππαδοκίας, τοὺς “μακαρίτας, ὧν ὁ μὲν καὶ ἐπέστειλεν εἰς τὴν Ἀντιόχειαν, τὸν ἡγεμόνα τῆς πλάνης οὐδὲ προσρήσεως ‘ἀξιώσας, οὐδὲ πρὸς πρόσωπον γράψας αὐτῷ, ἀλλὰ τῇ παροικίᾳ πάσῃ, ἧς καὶ τὸ ἀντίγραφον ὑπετάξα-
“μεν·
“λοιδορίας τὸ πρᾶγμα εἰς δέον καταστήσεσθαι, ἀνε- ῾βάλετο, παρακρουσθεὶς ὑπ’ αὐτοῦ τοῦ καὶ τὸν θεὸν τὸν ἑαυτοῦ ἀρνουμένου, καὶ τὴν πίστιν, ἣν καὶ αὐτὸς πρότερον εἶχε, μὴ φυλάξαντος.
καὶ μέχρι γε Ταρσῶν ἧκεν, ἅτε τῆς ἀρνησιθέου κακίας αὐτοῦ πεῖραν εἰληφώς· ἀλλὰ γὰρ μεταξὺ “συνεληλυθότων ἡμῶν καὶ καλούντων καὶ ἀναμενόν- “των, ἄχρις ἂν ἔλθῃ, τέλος ἔσχε τοῦ βίου.’’
ἀγωγῆς, διαγράφουσιν ἐν τούτοις “ὅπου γε ἀποστὰς “τοῦ κανόνος ἐπὶ κίβδηλα καὶ νόθα διδάγματα με- “τελήλυθεν, οὐδὲν δεῖ τοῦ ἔξω ὄντος τὰς πράξεις κρίνειν·
τοὺς ἀδελφοὺς, καταβραβεύων τοὺς ἀδικουμένους, “καὶ ὑπισχνούμενος βοηθήσειν μισθοῦ, ψευδόμενος “δὲ καὶ τούτους, καὶ μάτην καρπούμενος τὴν τῶν ἐν πράγμασιν ὄντων ἑτοιμότητα πρὸς τὸ διδόναι ὑπὲρ ἀπαλλαγῆς τῶν ἐνοχλούντων, πορισμὸν ἡγούμενος
“τὴν θεοσέβειαν·
“δορυφορούμενος, τῶν μὲν προπορευομένων, τῶν δὲ ἐφεπομένων πολλῶν τὸν ἀριθμὸν, ὡς καὶ τὴν πίστιν φθονεῖσθαι καὶ μισεῖσθαι διὰ τὸν ὄγκον αὐ- “τοῦ καὶ τὴν ὑπερηφανίαν τῆς καρδίας·
῾χανᾶται δοξοκοπῶν καὶ φαντασιοκοπῶν, καὶ τὰς τῶν ἀκεραιοτέρων ψυχὰς τοῖς τοιούτοις ἐκπλήττων, βῆμα μὲν καὶ θρόνον ὑψηλὸν ἑαυτῷ κατασκευασά- “μένος, οὐχ ὡς Χριστοῦ μαθητὴς, σήκρητον δὲ, “ὥσπερ οἷ τοῦ κόσμου ἄρχοντες, ἔχων τε καὶ ὀνομάζων,
παίων τε τῇ χειρὶ τὸν μηρὸν, καὶ τὸ βῆμα “ἀράττων τοῖς ποσὶ, καὶ τοῖς μὴ ἐπαινοῦσι μηδὲ “ὥσπερ ἐν τοῖς θεάτροις κατασείουσι ταῖς ὀθόναις “μηδ’ ἐκβοῶσί τε καὶ ἀναπηδῶσι κατὰ τὰ αὐτὰ τοῖς “μηδ’ ἀμφ’ αὐτὸν στασιώταις ἀνδράσι τε καὶ γυναίοις,
“ἀκόσμως οὕτως ἀκροωμένοις, τοῖς δ’ οὖν ὡς ἐν “οἵκῳ θεοῦ σεμνοπρεπῶς καὶ εὐτάκτως ἀκούουσιν “ἐπιτιμῶν καὶ ἐνυβρίζων, καὶ εἰς τοὺς ἀπελθόντας “ἐκ τοῦ βίου τούτου παροινῶν ἐξηγητὰς τοῦ λόγου “φορτικῶς ἐν τῷ κοινῷ, καὶ μεγαλορρημονῶν περὶ “ἑαυτοῦ, καθάπερ οὐκ ἐπίσκοπος, ὰλλὰ σοφιστὴς καὶ
“γόης·
“φρίξειεν, οἷα καὶ τοὺς θωπεύοντας αὐτὸν ἐπισκό- “πους τῶν ὁμόρων ἀγρῶν τε καὶ πόλεων καὶ πρεσ- “βυτέρους ἐν ταῖς πρὸς τὸν λαὸν ὁμιλίαις καθίησι “διαλέγεσθαι.
“(ἵνα τι προλαβόντες τῶν μελλόντων γραφήσεσθαι “θῶμεν· καὶ τοῦτο οὐ λόγῳ ψιλῷ ῥηθήσεται, ἀλλ᾿ “ἐξ ὧν ἐπέμψαμεν ὑπομνημάτων δείκνυται πολλα- “χόθεν, οὐχ ἥκιστα δὲ ὅπου λέγει Ἰησοῦν Χριστὸν “κάτωθεν), οἱ δὲ εἰς αὐτὸν ψάλλοντες καὶ ἐγκωμιά-
“ζοντες ἐν τῷ λαῷ ἄγγελον τὸν ἀσεβῆ διδάσκαλον “ἑαυτῶν ἐξ οὐρανοῦ κατεληλυθέναι λέγουσι, καὶ “ταῦτα οὐ κωλύει, ἀλλὰ καὶ λεγομένοις πάρεστιν ὁ “ὑπερήφανος.
“πρεσβυτέρων καὶ διακόνων, οἷς καὶ τοῦτο καὶ τὰ “ἄλλα ἁμαρτήματα ἀνίατα ὄντα συγκρύπτει, συνει- “δὼς καὶ ἐλέγξας , ὅπως αὐτοὺς ὑπόχρεως ἔχῃ, περὶ “ὧν λόγοις καὶ ἔργοις ἀδικεῖ, μὴ τολμῶντας κατηγο- “ρεῖν τῷ καθ᾿ ἑαυτοὺς φόβῳ — ἀλλὰ καὶ πλουσί-
“ους ἀπέφηνεν, ἐφ᾿ ᾧ πρὸς τῶν τὰ τοιαῦτα ζηλούν- “των φιλεῖται καὶ θαυμάζεται — τί ἂν ταῦτα γρά- “φοιμεν;
“τήν γε ὑπόνοιαν τὴν ἐκ τοῦ τοιούτου πράγματος “φυομένην ἐχρῆν εὐλαβηθῆναι, μή τινα σκανδαλίσῃ, “τοὺς δὲ καὶ μιμεῖσθαι προτρέψηται.
“φυλαττόμενον, ὡς γέγραπται, ὅστις μίαν μὲν ἀπέ “στησεν ἤδη, δύο δὲ ἀκμαζούσας καὶ εὐπρεπεῖς “ὄψιν ἔχει μεθ’ ἑαυτοῦ, κἂν ἀπίῃ που, συμπερι- “φέρει, καὶ ταῦτα τρυφῶν καὶ ὑπερεμπιμπλάμενος; “
“καθ’ ἑαυτοὺς, οὕτω δὲ τὴν τυραννίδα καὶ δυνα- “στείαν αὐτοῦ πεφόβηνται ὥστε κατηγορεῖν μὴ τολ- “μᾶν.
“χησάμενον τὸ μυστήριον καὶ ἐμπομπεύοντα τῇ μιαρᾷ “αἱρέσει τῇ Ἀρτεμᾶ (τί γὰρ οὐ χρὴ μόλις τὸν πατέρα ῾αὐτοῦ δηλῶσαι;) οὐδὲν δεῖν ἡγούμεθα τούτων τοὺς “λογισμοὺς ἀπαιτεῖν.“
“τιτασσόμενον αὐτὸν τῷ θεῷ καὶ μὴ εἴκοντα ἐκ- “κηρύξαντες, ἕτερον ἀντ’ αὐτοῦ τῇ καθολικῇ ἐκκλη- “σίᾳ καταστῆσαι ἐπίσκοπον, θεοῦ προνοίᾳ, ὡς “πεπείσμεθα, τὸν τοῦ μακαρίου Δημητριανοῦ καὶ “ἐπιφανῶς προστάντος πρὸ τούτου τῆς αὐτῆς παροικίας
υἱὸν Δόμνον, ἅπασι τοῖς πρέπουσιν ἐπι- “σκόπῳ καλοῖς κεκοσμημένον· ἐδηλώσαμέν τε ὑμῖν “ὅπως τούτῳ γράφητε, καὶ τὰ παπὰ τούτου κοινω- “νικὰ δέχησθε γράμματα. τῷ δὲ Ἀρτερμᾷ οὗτος ἐπι “στελλέτω, καὶ οἱ τὰ Ἀρτεμᾶ φρονοῦντες τούτῳ “κοινωνείτωσαν.”
τῇ τῆς πίστεως ὀρθοδοξίᾳ τῆς ἐπισκοπῆς ἐκπεπτωκότος Δόμνος, ὡς εἴρηται, τὴν λειτουργίαν τῆς κατὰ Ἀντιόχειαν ἐκκλησίας διεδέξατο.
αἰσιώτατα περὶ τοῦ πρακτέου διείληφε, τούτοις νεῖμαι προστάττων τὸν οἶκον, οἷς ἂν οἱ κατὰ τὴν Ἰταλίαν καὶ τὴν ῾Ρωμαίων πόλιν ἐπίσκοποι τοῦ δόγματος ἐπιστείλαιεν. οὕτω δῆτα ὁ προδηλωθεὶς ἀνὴρ μετὰ τῆς ἐσχάτης αἰσχύνης ὑπὸ τῆς κοσμικῆς ἀρχῆς ἐξελαύνεται
τῆς ἐκκλησίας.
λόγος.
βίου ἄρχουσι κατὰ τῶν τοῦ Χριστοῦ ἐκκλησιῶν, μὴ οὐχὶ τῆς ὑπερμάχου χειρὸς θείᾳ καὶ οὐρανίῳ κρίσει, παιδείας ἕνεκα καὶ ἐπιστροφῆς, καθ᾿ οὓς ἂν αὐτὴ δοκιμάζοι καιροὺς, τοῦτ᾿ ἐπιτελεῖσθαι συγχωρούσης.
Πρόβος, καὶ τοῦτον δέ που τοῖς ἴσοις ἐπικατασχόντα Κᾶρος ἅμα παισὶ Καρίνῳ καὶ Νουμεριανῷ· πάλιν τ᾿ αὖ καὶ τούτων οὐδ᾿ ὅλοις τρισὶν ἐνιαυτοῖς διαγενομένων μέτεισι τὰ τῆς ἡγεμονίας εἰς Διοκλητιανὸν καὶ τοὺς μετ’ αὐτὸν εἰσποιηθέντας, ἐφ’ ὧν ὁ καθ’ ἡμᾶς συντελεῖται διωγμός καὶ ἡ κατ’ αὐτὸν τῶν ἐκκλησιῶν καθαίρεσις.
Διονύσιον ἔτεσιν ἐννέα διελθόντα τὴν λειτουργίαν διαδέχεται Φῆλιξ.
Ecclesiastical History. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.