διευθύνοντες ἄγνωστόν τε καὶ ἀσυλλόγιστον ἀποφαίνοντες, ψεύδεσθαί τε τὴν ἐπιγραφήν.
ὅπως τῶν ἀποστόλων τινὰ, ἀλλ’ οὐδ’ ὅλως τῶν ἁγίων ἢ τῶν ἀπὸ τῆς ἐκκλησίας τούτου γεγονέναι ποιητὴν τοῦ συγγράμματος, Κήρινθον δὲ τὸν καὶ τὴν ἀπ’ ἐκείνου κληθεῖσαν Κηρινθιανὴν συστησάμενον αἵρεσιν, ἀξιόπιστον ἐπιφημίσαι θελήσαντα τῷ ἑαυτοῦ
πλάσματι ὄνομα.
τουτέστι σιτίοις καὶ ποτοῖς καὶ γάμοις, καὶ δι’ ὧν εὐφημότερον ταῦτα ᾠήθη ποριεῖσθαι, “ἑορταῖς καὶ θυσίαις καὶ ἱερείων σφαγαῖς.
“περὶ αὐτοῦ λαμβάνων, κεκρυμμένην εἶναί τινα καὶ “θαυμασιωτέραν τὴν καθ’ ἕκαστον ἐκδοχὴν ὑπολαμ- “βάνω. καὶ γὰρ εἰ μὴ συνίημι, ἀλλ’ ὑπονοῶ γε νοῦν “τινὰ βαθύτερον ἐγκεῖσθαι τοῖς ῥήμασιν.
“τὸ πλέον νέμων, ὑψηλότερα ἢ ὑπ’ ἐμοῦ καταληφθῆ- “ναι νενόμικα, καὶ οὐκ ἀποδοκιμάζω ταῦτα, ἃ μὴ “συνεώρακα, θαυμάζω δὲ μᾶλλον ὅτι μὴ καὶ εἶδον.’’
ἀποδείξας νοεῖσθαι διάνοιαν, ἐπιφέρει λέγων “συν- “τελέσας δὴ πᾶσαν ὡς εἰπεῖν τὴν προφητείαν, μα- “καρίζει ὁ προφήτης τούς τε φυλάσσοντας αὐτὴν “καὶ δὴ καὶ ἑαυτόν. μακάριος γὰρ, φησὶν, ὁ τηρῶν “τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου,
“κἀγὼ Ἰωάννης ὁ βλέπων καὶ ἀκούων ταῦτα.
“υἱὸν Ζεβεδαίου, τὸν ἀδελφὸν Ἰακώβου, οὗ τὸ εὐ- “αγγέλιον τὸ κατὰ Ἰωάννην ἐπιγεγραμμένον καὶ ἡ “ἐπιστολὴ ἡ καθολική.
“αὐτὸν εἶναι. ὁ μὲν γὰρ εὐαγγελιστὴς οὐδαμοῦ τὸ 1 “ὄνομα αὐτοῦ παρεγγράφει, οὐδὲ κηρύσσει ἑαυτὸν, “οὔτε διὰ τοῦ εὐαγγελίου οὔτε διὰ τῆς ἐπιστολῆς.’’
‘τάσσει· Ἀποκάλυψις Ἰησοῦ Χριστοῦ, ἣν “δεῖξαι τοῖς δούλοις αὐτοῦ ἐν τάχει, καὶ ἐσήμανεν ἀπο- “στείλας διὰ τοῦ ἀγγέλου αὐτοῦ τῷ δούλῳ αὐτοῦ Ἰω- “άννῃ, ὃς ἐμαρτύρησε τὸν λόγον τοῦ θεοῦ καὶ τὴν μαρ- ‘τυρίαν αὐτοῦ, ὅσα εἶδεν.
“γράφει· ῾Ἰωάννης ταῖς ἑπτὰ ἐκκλησίαις ταῖς ἐν τῇ “Ἀσίᾳ, χάρις ὑμίν καὶ εἰρήνη. ὁ δέ γε ῾στὴς οὐδὲ τῆς καθολικῆς ἐπιστολῆς προέγραψεν “ἑαυτοῦ τὸ ὄνομα, ἀλλὰ ἀπερίττως ἀπ’ αὐτοῦ τοῦ “μυστηρίου τῆς θείας ἀποκαλύψεως ἤρξατο ‘ὃ ἦν ἀπ’
“ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς “ἡμῶν.’ ἡμῶν. ἐπὶ ταύτῃ γὰρ τῇ ἀποκαλύψει καὶ ὁ κύριος ῾τὸν Πέτρον ἐμακάρισεν εἰπών ῾μακάριος εἶ Σίμων ῾βὰρ Ἰωνᾶ, ὅτι ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ ‘ἀλλ’ ὁ πατήρ μου ὁ οὐράνιος.’
“δευτέρᾳ φερομένῃ Ἰωάννου καὶ τρίτη, καίτοι βραχείαις οὔσαις ἐπιστολαῖς, ὁ Ἰωάννης ὀνομαστὶ πρό- ’κειται, ἀλλὰ ἀνωνύμως ὁ πρεσβύτερος γέγραπται. “οὗτος δέ γε οὐδὲ αὔταρκες ἐνόμισεν, ἅπαξ ἑαυτὸν ὀνομάσας διηγεῖσθαι τὰ ἑξῆς, ἀλλὰ πάλιν ἀναλαμβάνει
῾ἐγὼ Ἰωάννης, ὁ ἀδελφὸς ὑμῶν καὶ συγκοινωνὸς ἐν τῇ θλίψει καὶ βασιλείᾳ καὶ ἐν ὑπομονῇ Ἰησοῦ, ἐγενόμην ἐν τῇ νήσῳ τῇ καλουμένῃ Πάτμῳ, διὰ τὸν λόγον τοῦ θεοῦ καὶ τὴν μαρτυρίαν Ἰησοῦ.· “καὶ δὴ καὶ πρὸς τῷ τέλει ταῦτα εἶπε ῾μακάριος ὁ
2 “τηρῶν τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τού- “του· κἀγὼ Ἰωάννης ὁ βλέπων καὶ ἀκούων ταῦτα. “
“οὐ γὰρ εἶπεν ἑαυτὸν εἷναι, ὡς ἐν τῷ εὐαγγελίῳ πολ- “λαχοῦ, τὸν ἠγαπημένον ὑπὸ τοῦ κυρίου μαθητὴν, “οὐδὲ τὸν ἀναπεσόντα ἐπὶ τὸ στῆθος αὐτοῦ, οὐδὲ τὸν ἀδελφὸν Ἰακώβου, οὐδὲ τὸν αὐτόπτην καὶ αὐ- “τήκοον τοῦ κυρίου γενόμενον.
τούτων τῶν προδεδηλωμένων, σαφῶς ἑαυτὸν ἐμφα- “νίσαι βουλόμενος. ἀλλὰ τούτων μὲν οὐδὲν, ἀδελφὸν “δὲ ἡμῶν καὶ συγκοινωνὸν εἶπε καὶ μάρτυρα Ἰησοῦ “καὶ μακάριον ἐπὶ τῇ θέᾳ καὶ ἀκοῇ τῶν ἀποκαλύ- “ψεων.
῾στόλῳ νομίζω γεγονέναι, οἳ διὰ τὴν πρὸς ἐκεῖνον ‘ἀγάπην, καὶ τὸ θαυμάζειν καὶ ζηλοῦν, ἀγαπηθῆναί “τε ὁμοίως αὐτῷ βούλεσθαι ὑπὸ τοῦ κυρίου, καὶ τὴν “ἐπωνυμίαν τὴν αὐτὴν ἠσπάσαντο, ὥσπερ καὶ ὁ Παῦ- “λος πολὺς καὶ δὴ ὁ Πέτρος ἐν τοῖς τῶν πιστῶν παι-
“σὶν ὀνομάζεται.
“φαίην· οὐδὲ γὰρ ἀφῖχθαι σὺν αὐτοῖς εἰς τὴν Ἀσίαν “γέγραπται, ἀλλὰ ἀναχθέντες μὲν, φησὶν, ἀπὸ τῆς “Πάφου οἶ περὶ τὸν Παῦλον ἦλθον εἰς Πέργην τῆς “Παμφυλίας, Ἰωάννης δὲ ἀποχωρήσας ἀπ’ αὐτῶν “ὑπέστρεψεν Ἱεροσόλυμα.
“τῶν ἐν Ἀσίᾳ γενομένων, ἐπεὶ καὶ δύο φασὶν ἐν Ἐφέσῳ γενέσθαι μνήματα, καὶ ἑκάτερον Ἰωάννου 3 λέγεσθαι.
ἦν ὁ λόγος, ἡ δὲ, ὃ ἦν ἀπ’ ἀρχῆς. τὸ μέν φησι· καὶ ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός· ἡ δὲ τὰ αὐτὰ σμικρῷ παρηλλαγμένα· ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, ὃ
ἐθεασάμεθα, καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν, περὶ τοῦ λόγου τῆς ζωῆς, καὶ ἡ ζωὴ ἐφανερώθη.
ἑωράκαμεν καὶ μαρτυροῦμεν, καὶ ἀπαγγέλλομεν ὑμῖν τὴν ζωὴν τὴν αἰώνιον, ἥτις ἣν πρὸς τὸν πατέρα, καὶ ἐφανερώθη ἡμῖν· ὃ ἑωράκαμεν καὶ ἀκηκόαμεν ἀπαγγέλλομεν καὶ ὑμῖν.
κεφαλαίων καὶ ὀνομάτων πάντα διεξέρχεται, ὧν τινα μὲν ἡμεῖς συντόμως ὑπεμνήσαμεν.
σάρκα καὶ τὸ αἷμα τοῦ κυρίου, τὴν κρίσιν, τὴν ἄφεσιν τῶν ἁμαρτιῶν, τὴν πρὸς ἡμᾶς ἀγάπην τοῦ θεοῦ, τὴν πρὸς ἀλλήλους ἡμὰς ἀγάπης ἐντολὴν, ὡς πάσας δεῖ φυλάσσειν τὰς ἐντολάς· ὁ ἔλεγχος τοῦ κόσμου, τοῦ διαβόλου, τοῦ ἀντιχρίστου, ἡ ἐπαγγε-
4 “λία τοῦ ἁγίου πνεύματος, ἡ υἱοθεσία τοῦ θεοῦ, ἡ “διόλου πίστις ἡμῶν ἀπαιτουμένη, ὁ πατὴρ καὶ ὁ υἱὸς πανταχοῦ· καὶ ὅλως διὰ πάντων χαρακτηρί- “ζοντας ἕνα καὶ τὸν αὐτὸν συνορᾶν τοῦ τε εὐαγγε-
“λίου καὶ τῆς ἐπιστολῆς χρῶτα πρόκειται.
“οὔτε ἡ ἐπιστολὴ τῆς Ἀποκαλύψεως ἔχει ἐῶ γὰρ τὸ “εὐαγγέλιον), οὔτε τῆς ἐπιστολῆς ἡ Ἀποκάλυψις, “Παύλου διὰ τῶν ἐπιστολῶν ὑποφήναντός τι καὶ “περὶ τῶν ἀποκαλύψεων αὐτοῦ, ἃς οὐκ ἐνέγραψε “καθ᾿ αὑτάς.
“φορὰν ἔστι τεκμήρασθαι τοῦ εὐαγγελίου καὶ τῆς “ἐπιστολῆς πρὸς τὴν Ἀποκάλυψιν.
“γε δεῖ βάρβαρόν τινα φθόγγον ἢ σολοικισμὸν ἢ “ὅλως ἰδιωτισμὸν ἐν αὐτοῖς εὑρεθῆναι. ἑκάτερον ‘γὰρ εἶχεν, ὡς ἔοικε, τὸν λόγον, ἀμφοτέρους αὐτῷ “χαρισαμένου τοῦ κυρίου, τόν τε τῆς γνώσεως, τόν “τε τῆς φράσεως.
“ἑωρακέναι, καὶ γνῶσιν εἰληφέναι καὶ προφητείαν, οὐκ ἀντερῶ, διάλεκτον μέντοι καὶ γλῶτταν οὐκ ἀκριβῶς ἑλληνίζουσαν αὐτοῦ βλέπω, ἀλλ’ ἰδιώ- ῾μασί τε βαρβαρικοῖς χρώμενον, καί που καὶ σολοι- “κίζοντα.
“οὐδὲ γὰρ ἐπισκώπτων, μή τις νομίσῃ, ταῦτα εἷ- ‘πον, ἀλλὰ μόνον τὴν ἀνομοιότητα διευθύνων τῶν γράφων.
Ecclesiastical History. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.