διωγμοῦ σφοδρότατα πνεύσαντος οἷα σὺν ἑτέροις ὁ αὐτὸς διὰ τὴν εἰς τὸν τόν ὅλων θεὸν εὐσέβειαν ὑπέστη, δηλώσουσιν αἱ αὐτοῦ φωναὶ, ἃς πρὸς Γερμανὸν τῶν κατ᾿ αὐτὸν ἐπισκόπων κακῶς ἀγορεύειν αὐτὸν πειρώμενον ἀποτεινόμενος τοῦτον παρατίθεται
τὸν τρόπον
ἔνδοξον, ὁμόσε χωρήσω τῇ Γερμανοῦ βίᾳ.
‟
“καὶ τούτου προσέταττε πεπαῦσθαι, εἰ μεταβαλοίμην “ἔγωγε, καὶ τοὺς ἄλλους ἕψεσθαί μοι νομίζων. “
“μόνον καὶ οὐδένα ἕτερον σέβω, οὐδ᾿ ἂν μεταθεί- “μην οὐδὲ παυσαίμην ποτὲ Χριστιανὸς ὤν. ἐπὶ 1 “τούτοις ἐκέλευσεν ἡμᾶς ἀπελθεῖν εἰς κώμην πλησίον ‟τῆς ἐρήμου καλουμένην Κεφρώ.
‟νὸς διέπων τὴν ἡγεμονίαν εἶπε· καὶ ἀγράφως ὑμῖν “διελέχθην περὶ τῆς φιλανθρωπίας τῶν κυρίων ἡμῶν ‟ᾗ περὶ ὑμᾶς κέχρηνταί.
‟βασιλείαν προσκυνεῖν, ἐπιλαθέσθαι τε τῶν παρὰ “φύσιν. τί οὖν φατὲ πρὸς ταῦτα; οὐδὲ γὰρ ἀχαρί- “στους ὑμᾶς ἔσεσθαι περὶ τὴν φιλανθρωπίαν αὐτῶν ‟προσδοκῶ, ἐπειδήπερ ἐπὶ τὰ βελτίω ὑμᾶς προτρέ- “πονται.
“προσκυνοῦσι θεοὺς, ἀλλ᾿ ἕκαστοι τινὰς, οὓς νομί- “ζουσιν. ἡμεῖς τοίνυν τὸν ἕνα θεὸν, τὸν δημιουργὸν “τῶν ἁπάντων, τὸν καὶ τὴν βασιλείαν ἐγχειρίσαντα ‟τοῖς θεοφιλεστάτοις Οὐαλεριανῷ καὶ Γαλλιηνῷ “σεβαστοῖς, τοῦτον καὶ σέβομεν καὶ προσκυνοῦμεν,
“καὶ τούτῳ διηνεκῶς ὑπὲρ τῆς βασιλείας αὐτῶν, “ὅπως ἀσάλευτος διαμένῃ, προσευχόμεθα.
“σέβειν ἐκελεύσθητε, καὶ θεοὺς οὓς πάντες ἴσασι. “Διονύσιος ἀπεκρίνατο ῾ἡμεῖς οὐδένα ἕτερον προσ- ‟κυνοῦμεν.
“διόπερ οὐκ ἔσεσθε ἐν τῇ πόλει ταύτῃ, ἀλλὰ ἀποστα- “λήσεσθε εἰς τὰ μέρη τῆς Λιβύης, καὶ ἐν τόπῳ “λεγομένῳ Κεφρώ· τοῦτον γὰρ τὸν τόπον ἐξελεξάμην ‟ἐκ τῆς κελεύσεως τῶν σεβαστῶν ἡμῶν. οὐδαμῶς ‟δὲ ἐξέσται οὔτε ὑμῖν οὔτε ἄλλοις τισὶν ἢ συνόδους ‟ποιεῖσθαι, ἢ εἰς τὰ καλούμενα κοιμητήρια εἰσιέναι.
‟
“ὑπέρθεσιν δοὺς ἡμέρας. ποίαν οὖν ἔτι τοῦ συνα- ‟γαγεῖν ἢ μὴ συναγαγεῖν εἶχον σχολήν;” εἶτα μεθ` ἕτερά φησιν
‟συνὼν, ἀπὼν μὲν τῷ σώματι, ὡς εἰπεῖν, παρὼν δὲ ‟τῷ πνεύματι, ἐν δὲ τῇ Κεφροῖ καὶ πολλὴ συνεπε- ‟δήμησεν ἡμῖν ἐκκλησία, τῶν μὲν ἀπὸ τῆς πόλεως “ἀδελφῶν ἑπομένων, τῶν δὲ συνόντων ἀπ᾿ Αἰγύπτου. “
“τὸ μὲν πρῶτον ἐδιώχθημεν, ἐλιθοβολήθημεν, ὕστε- “ρον δέ τινες οὐκ ὀλίγοι τῶν ἐθνῶν τὰ εἴδωλα κατα- “λιπόντες ἐπέστρεψαν ἐπὶ τὸν θεόν. οὐ πρότερον “γὰρ παραδεξαμένοις αὐτοῖς τότε πρῶτον δι᾿ ἡμῶν ‟ὁ λόγος ἐπεσπάρη.
‟ἀπαγαγὼν ἡμᾶς πρὸς αὐτοὺς ὁ θεὸς, ἐπεὶ τὴν ‟διακονίαν ταύτην ἐπληρώσαμεν, πάλιν ἀπαγήοχεν. ‟ὁ γὰρ Αἰμιλιανὸς εἰς τραχυτέρους μὲν, ὡς ἐδόκει, “καὶ λιβυκωτέρους ἡμᾶς μεταστῆσαι τόπους ἐβου- ‟λήθη, καὶ τοὺς πανταχόσε εἰς τὸν Μαρεώτην ἐκέ-
‟γευσε συρρεῖν, κώμας ἑκάστοις τῶν κατὰ χώραν “ἀφορίσας, ἡμᾶς δὲ μᾶλλον ἐν ὁδῷ καὶ πρώτους ‟καταληφθησομένους ἔταξεν. ᾠκονόμει γὰρ δηλονότι ‟καὶ παρεσκεύαζεν, ἵνα ὁπόταν βουληθείη συλλαβεῖν, ‟πάντας εὐαλώτους ἔχοι.
“ἀταράχως ἀπῄειν. ἐπεὶ δὲ μετασκηνώσειν εἰς τὰ “Κολλουθίωνος ἀπηγγέλη μοι, ἴσασιν οἱ παρόντες “ὅπως διετέθην· ἐνταῦθα γὰρ ἐμαυτοῦ κατηγορήσω. ‟
“νον ἡμῖν οἱ τόποι, ἀλλ᾿ ἔρημον μὲν ἀδελφῶν καὶ ‟σπουδαίων ἀνθρώπων ἔφασκον εἶναι τὸ χωρίον, ‟ταῖς δὲ τῶν ὁδοιπορούντων ἐνοχλήσεσι καὶ λῃστῶν “καταδρομαῖς ἐγκείμενον.
‟τῇ πόλει, καὶ ἡ μὲν Κεφρὼν πολλὴν ἡμῖν ἦγεν “ἀδελφῶν τῶν ἀπ᾿ Αἰγύπτου τὴν ἐπιμιξίαν, ὡς “πλατύτερον ἐκκλησιάζειν δύνασθαι, ἐκεῖ δὲ πλησιαί- “τερον οὔσης τῆς πόλεως συνεχέστερον τῆς τῶν “ὄντως ἀγαπητῶν καὶ οἰκειοτάτων καὶ φιλτάτων
“ὄψεως ἀπολαύσομεν. ἀφίξονται γὰρ καὶ ἀναπαύ- “σονται, καὶ ὡς ἐν προαστείοις πορρωτέρω κειμένοις ‟κατὰ μέρος ἔσονται συναγωγαί. καὶ οὕτως ἐγένετο.”
“Γερμανὸς σεμνύνεται. πολλά γε εἰπεῖν ἔχει καθ᾿ “ἑαυτοῦ γενόμενα. ὅσας ἀριθμῆσαι δύναται περὶ “ἡμῶν ἀποφάσεις, δημεύσεις, προγραφὰς, ὑπαρχόν- “των ἁρπαγὰς, ἀξιωμάτων ἀποθέσεις, δόξης κοσμι- “κῆς ὀλιγωρίας, ἐπαίνων ἡγεμονικῶν καὶ βουλευτι-
“κῶν καταφρονήσεις, καὶ τῶν ἐναντίων ἀπειλῶν καὶ “καταβοήσεων καὶ κινδύνων καὶ διωγμῶν καὶ πλάνης καὶ στενοχωρίας καὶ ποικίλης θλίψεως ὑπομονὴν, ‟οἷα τὰ ἐπὶ Δεκίου καὶ Σαβίνου συμβάντα μοι, οἷα ‟μέχρι νῦν Αἰμιλιανοῦ.
“ἀφροσύνης, εἰς ἣν ἐμπίπτω διὰ Γερμανόν, ὑφίεμαι, διὸ καὶ τὴν καθ’ ἕκαστον τῶν γενομένων διήγησιν παρίημι τοῖς εἰδόσιν ἀδελφοῖς λέγειν.”
τούτοις ‟τοὺς δὲ ἡμετέρους πολλούς τε ὄντας καὶ ἀγνῶτας ὑμῖν περισσὸν ὀνομαστὶ καταλέγειν· πλὴν ‟ἴστε ὅτι ἄνδρες καὶ γυναῖκες, καὶ νέοι καὶ γέροντες, καὶ κόραι καὶ πρεσβύτιδες, καὶ στρατιῶται καὶ ‟ἰδιῶται, καὶ πᾶν γένος καὶ πᾶσα ἡλικία, οἶ μὲν διὰ
“μαστίγων καὶ πυρὸς, οἱ δὲ διὰ σιδήρου τὸν ἀγῶνα “νικήσαντες τοὺς στεφάνους ἀπειλήφασι·
‟τήδειον καιρὸν ὑπερέθετό με ὁ λέγων ῾καιρῷ δεκτῷ ‟ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι.᾿
“ἑκατοντάρχου καὶ στρατηγῶν καὶ τῶν σὺν αὐτοῖς στρατιωτῶν καὶ ὑπηρετῶν, ἐμέ τε καὶ Γάϊον καὶ ‟Φαῦστον καὶ Πέτρον καὶ Παῦλον, ἐπελθόντες τινὲς ‟τῶν Μαρεωτῶν ἄκοντας καὶ μηδὲ ἑπομένους, βίᾳ ‟τε σύροντες ἀφήρπασαν.
‟καὶ Πέτρος, μόνοι τῶν ἄλλων ἀδελφῶν ἀπορφανι- ‟σθέντες, ἐν ἐρήμῳ καὶ αὐχμηρῷ τῆς Λιβύης τόπῳ 2 κατακεκλείσμεθα, τριῶν ἡμερῶν ὁδὸν τοῦ Παραι- “τονίου διεστηκότες.’’
‟προφανέστεροι Φαυστῖνος καὶ Ἀκύλας ἐν Αἰγύπτῳ πλανῶνται· διάκονοι δὲ οἶ μετὰ τοὺς ἐν τῇ νόσῳ τελευτήσαντας ὑπολειφθέντες Φαῦστος, Εὐσεβίος, ῾Χαιρήμων· Εὐσέβιος, ὃν ἐξ ἀρχῆς ὁ θεὸς καὶ παρεσκεύασε, τὰς ὑπηρεσίας τῶν ἐν ταῖς
φυλακαῖς γενομένων ὁμολογητῶν ἐναγωνίως ἀπο- ‟πληροῦν, καὶ τὰς τῶν σωμάτων περιστολὰς τῶν ‟τελείων καὶ μακαρίων μαρτύρων οὐκ ἀκινδύνως ἐκτελεῖν.
‟τῶν προσαγομένων, τοὺς δὲ βασάνοις καταξαίνων, ‟τοὺς δὲ φυλακαῖς καὶ δεσμοῖς ἐκτήκων, προστάσσων ‟τε μηδένα τούτοις προσιέναι, καὶ ἀνερευνῶν μή τις ‟φανείη. καὶ ὅμως ὁ θεὸς τῇ προθυμίᾳ καὶ λιπαρείᾳ τῶν ἀδελφῶν διαναπαύει τοὺς πεπιεσμένους.” καὶ
τοσαῦτα μὲν ὁ Διονύσιος.
κατ’ Ἀλεξάνδρειαν ἀδελφῶν διαδέχεται, Φαῦστος δὲ ὁ σὺν αὐτῷ τηνικάδε διαπρέψας ἐν τῇ ὁμολογίᾳ, μέχρι τοῦ καθ’ ἡμᾶς διωγμοῦ φυλαχθεὶς, γηραιὸς κομιδῆ καὶ πλήρης ἡμερῶν καθ’ ἡμᾶς αὐτοὺς μαρτυρίῳ τὴν κεφαλὴν ἀποτμηθεὶς τελειοῦται. ἀλλὰ τὰ
μὲν κατ’ ἐκεῖνο καιροῦ τῷ Διονυσίῳ συμβάντα τοιαῦτα.
Ecclesiastical History. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.