τοῖς δ’ ἐναργέσι καὶ προσημαίνουσι τὴν μέλλουσαν ἔσεσθαι ἐρημίαν τέρασιν οὔτε προσεῖχον οὔτε ἐπίστευον, ἀλλ’ ὡς ἐμβεβροντημένοι καὶ μήτε ὄμματα μήτε ψυχὴν ἔχοντες τῶν τοῦ θεοῦ κηρυγμάτων παρήκουον·
ἔστη ῥομφαίᾳ παραπλήσιον καὶ παρατείνας ἐπ’ ἐνιαυτὸν κομήτης, τοῦτο δὲ ἡνίκα πρὸ τῆς ἀποστάσεως καὶ τοῦ πρὸς τὸν πόλεμον κινήματος, ἀθροιζομένου τοὐ λαοῦ πρὸς τὴν τῶν ἀζύμων ἑορτὴν, ὀγδόῃ Ξανθικου μηνὸς κατὰ νυκτὸς ἐνάτην ὥραν τοσοῦτο φῶς
περιέλαμψε τὸν βωμὸν καὶ τὸν ναὸν ὡς δοκεῖν ἡμὲ ραν εἶναι λαμπράν. καὶ τοῦτο παρέτεινεν ἐφ’ ἡ σειαν ὥραν· ὃ τοῖς μὲν ἀπείροις ἀγαθὸν ἐδ εἶναι, τοῖς δὲ ἱερογραμματεῦσι πρὸ τῶν ἀποβεβ κότων εὐθέως ἐκρίθη.
τὴν βοῦς μὲν ἀχθεῖσα ὑπὸ τοῦ ἀρχιερέως πρὸς τη θυσίαν ἔτεκεν ἄρνα ἐν τῷ ἱερῷ μέσῳ.
σιδηροδέτοις, κατάπηγας δ’ ἔχουσα βαθυτάτου 1 “ὤφθη κατὰ νυκτὸς ὥραν ἕκτην αὐτομάτως ἠνοιγμένη. “
“ρητο καὶ τὰ ἐπακολουθήσαντα πάθη τῶν σημείων “ἦν ἄξια. πρὸ γὰρ ἡλίου δύσεως ὤφθη μετέωρα πᾶσαν τὴν χώραν ἅρματα καὶ φάλαγγες ἔνοπλοι διᾴτ- “τουσαι τῶν νεφῶν καὶ κυκλούμεναι τὰς πόλεις.
‘οἱ ἱερεῖς παρελθόντες εἰς τὸ ἱερὸν, ὥσπερ αὐτοῖς ‘ἔθος ἦν, πρὸς τὰς λειτουργίας πρῶτον μὲν κινή- ‘σεως ἔφασαν ἀντιλαμβάνεσθαι καὶ κτύπου, μετὰ δὲ ‘ταῦτα φωνῆς ἀθρόας ‘μεταβαίνομεν ἐντεῦθεν.’
‘νίου, τῶν ἰδιωτῶν ἄγροικος, πρὸ τεσσάρων ἐτῶν τοῦ πολέμου, τὰ μάλιστα τῆς πόλεως εἰρηνευομένης καὶ “εὐθηνούσης, ἐλθὼν ἐπὶ τὴν ἑορτὴν, ἐν ᾗ σκηνοποιεῖ- ‘σθαι πάντας ἔθος ἦν τῷ θεῷ, κατὰ τὸ ἱερὸν ἐξαπίνης “ἀναβοᾶν ἤρξατο ‘φωνὴ ἀπ’ ἀνατολῆς, φωνὴ ἀπὸ δύ-
‘σεως, φωνὴ ἀπὸ τῶν τεσσάρων ἀνέμων, φωνὴ Ἱεροσόλυμα καὶ τὸν ναὸν, φωνὴ ἐπὶ νυμφίους καὶ νύμ- ‘φας, φωνὴ ἐπὶ πάντα τὸν λαόν.’ τοῦτο μεθ’ ἡμέραν καὶ ‘νύκτωρ κατὰ πάντας τοὺς στενωποὺς περιῄει κεκρα- “γώς.
πρὸς τὸ κακόφημον συλλαμβάνουσι τὸν ἄνθρωπον καὶ πολλαῖς αἰκίζονται πληγαῖς. ὁ δὲ οὔθ’ ὑπὲρ ἑαυτοῦ φθεγξάμενος οὔτε ἰδίᾳ πρὸς τοὺς παρόντας ἃς καὶ πρότερον φωνὰς βοῶν διετέλει.
συγγραφεὺς χρησμόν τινα φάσκων ἐν ἱεροῖς γράμμασιν ηὑρῆσθαι περιέχοντα ὡς κατὰ τὸν καιρὸν ἐκεῖνον ἀπὸ τῆς χώρας τις αὐτῶν ἄρξει τῆς οἰκουμένης, ὃν αὐτὸς μὲν ἐπὶ Οὐεσπασιανὸν πεπληρῶσθαι ἐξείληφεν·
ἦρξεν τῆς ὑπὸ ῾Ρωμαίους· δικαιότερον δ᾿ ἂν ἐπὶ τὸν χριστὸν ἀναχθείη, πρὸς ὃν εἴρητο ὑπὸ τοῦ πατρὸς “αἴτησαι παρ᾿ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.” οὗ δὴ κατ᾿ αὐτὸ δὴ ἐκεῖνο τοῦ καιροῦ εἰς
πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος τῶν ἱερῶν ἀποστόλων καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα ἀυτῶν.
Ecclesiastical History. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.