“ ἀκουστὴς, Πολυκάρπου δὲ ἑταῖρος γεγονὼς, ἀρχαῖος “ἀνὴρ, ἐγγράφως ἐπιμαρτυρεῖ ἐν τῇ τετάρτῃ τῶν “ ἑαυτοῦ βίβλων. ἔστι γὰρ αὐτῷ πέντε βιβλία συν- “τεταγμἐνα.’’ καὶ ὁ μὲν Εἰρήναιος ταῦτα.
ἀκροατὴν μὲν καὶ αὐτόπτην οὐδαμῶς ἑαυτὸν γενέσθαι τῶν ἱερῶν ἀποστόλων ἐμφαίνει, παρειληφέναι δὲ τὰ τῆς πίστεως παρὰ τῶν ἐκείνοις γνωρίμων διδάσκει δι’ ὧν φησι λέξεων·
“καὶ καλῶς ἐμνημόνευσα συντάξαι ταῖς ἑρμηνείαις, “ διαβεβαιούμενος ὑπὲρ αὐτῶν ἀλήθειαν. οὐ γὰρ τοῖς “τὰ πολλὰ λέγουσιν ἔχαιρον ὥσπερ οἱ πολλοὶ , ἀλλὰ “τοῖς τἀληθῆ διδάσκουσιν , οὐδὲ τοῖς τὰς ἀλλοτρίας “ ἐντολὰς μνημονεύουσιν, ἀλλὰ τοῖς τὰς παρὰ τοῦ
“ κυρίου τῇ πίστει δεδομένας καὶ ἀπ’ αὐτῆς παραγινο- “ μένας τῆς ἀληθείας.
“ ἢ Ματθαῖος ἤ τις ἕτερος τῶν τοῦ κυρίου μαθητῶν, “ ἅ τε Ἀριστίων καὶ ὁ πρεσβύτερος Ἰωάννης οἱ τοῦ “κυρίου μαθηταὶ λέγουσιν. οὐ γὰρ τὰ ἐκ τῶν βιβλίων “ τοσοῦτόν με ὠφελεῖν ὑπελάμβανον ὅσον τὰ “ ζώσης φωνῆς καὶ μενούσης.’’
τὸν λόγον ἐν ἑτέροις παρὰ τὸν τῶν ἀποστόλων ἀριθμὸν κατατάσσει, προτάξας αὐτοῦ τὸν Ἀριστίωνα, σαφῶς τε αὐτὸν πρεσβύτερον ὀνομάζει·
ἐν Ἐφέσῳ γενέσθαι μνήματα καὶ ἑκάτερον Ἰωάννου ἔτι νῦν λέγεσθαι. οἷς καὶ ἀναγκαῖον προσέχειν τὸν νοῦν· εἰκὸς γὰρ τὸν δεύτερον, εἰ μή τις ἐθέλοι τὸν πρῶτον, τὴν ἐπ᾿ ὀνόματος φερομένην Ἰωάννου ἀποκάλυψιν ἑωρακέναι.
τοὺς μὲν τῶν ἀποστόλων λόγους παρὰ τῶν αὐτοῖς παρηκολουθηκότων ὁμολογεῖ παρειληφέναι, Ἀριστίωνος δὲ καὶ τοῦ πρεσβυτέρου Ἰωάννου αὐτήκοον ἑαυτόν φησι γενέσθαι. ὀνομαστὶ γοῦν πολλάκις αὐτῶν μνημονεύσας ἐν τοῖς αὐτοῦ συγγράμμασι τίθησιν αὐτῶν
καὶ παραδόσεις.
Φίλιππον τὸν ἀπόστολον ἅμα ταῖς θυγατράσι διατρῖψαι διὰ τῶν πρόσθεν δεδήλωται, ὡς δὲ κατὰ τοὺς αὐτοὺς ὁ Παπίας γενόμενος διήγησιν παρειληφέναι θαυμασίαν ὑπὸ τῶν τοῦ Φιλίππου θυγατέρων μνημονεύει τὰ νῦν σημειωτέον. νεκροῦ γὰρ ἀνάστασιν
κατ᾿ αὐτὸν γεγονυῖαν ἱστορεῖ, καὶ αὖ πάλιν ἕτερον παράδοξον περὶ Ἰοῦστον τὸν ἐπικληθέντα Βαρσαββᾶν γεγονὸς, ὡς δηλητήριον φάρμακον ἐμπιόντος καὶ μηδὲν ἀηδὲς διὰ τὴν τοῦ κυρίου χάριν ὑπομείναντος.
ἡ τῶν Πραξέων ὧδέ πως ἱστορεῖ γραφή “καὶ “ἔστησαν δύο, Ἰωσὴφ τὸν καλούμενον Βαρσαββᾶν, ὃς “ ἐπεκλήθη Ἰοῦστος, καὶ Ματθίαν· καὶ προσευξάμε- “νοι εἶπαν.’’
τέ τινας παραβολὰς τοῦ σωτῆρος καὶ διδασκαλίας αὐτοῦ, καί τινα ἄλλα μυθικώτερα.
ἀποστολικὰς παρεκδεξάμενον διηγήσεις ὑπολαβεῖν, τὰ ἐν ὑποδείγμασι πρὸς αὐτῶν μυστικῶς εἰρημένα μὴ συνεωρακότα.
ὅσοις τῶν ἐκκλησιαστικῶν τῆς ὁμοίας αὐτῷ δόξης παραίτιος γέγονε, τὴν ἀρχαιότητα τἀνδρὸς προβεβλημένοις, ὥσπερ οὖν Εἰρηναίῳ, καὶ εἴ τις ἄλλος τὰ ὅμοια φρονῶν ἀναπέφηνεν.
δεδηλωμένου τῶν τοῦ κυρίου λόγων διηγήσεις καὶ τοῦ πρεσβυτέρου Ἰωάννου παραδόσεις , ἐφ’ ἃς τοὺς φιλομαθεῖς ἀναπέμψαντες ἀναγκαίως νῦν προσθήσομεν ταῖς προεκτεθείσαις αὐτοῦ φωναῖς παράδοσιν, ἢ περὶ Μάρκου τοῦ τὸ εὐαγγέλιον γεγραφότος ἐκτἐ-
2 θεῖται διὰ τούτων
“ἤκουσε τοο͂ κυρίου οὔτε παρηκολούθησεν αὐτῷ, “ὕστερον δὲ, ὡς ἔφην, Πέτρῳ, ὃς πρὸς τἀς χρείας ἐποι- ’’ εἷτο τὰς διδασκαλίας, ἀλλ’ οὐχ ὥσπερ σύνταξιν τῶν “κυριακῶν ποιούμενος λόγων, ὥστε οὐδὲν ἥμαρτε “Μάρκος, οὕτως ἔνια γράψας ὡς ἀπεμνημόνευσεν.
" ἑνὸς γὰρ ἐποιήσατο πρόνοιαν, τοῦ μηδὲν ὧν ἤκουσε " παραλιπεῖν, ἢ ψεύσασθαί τι ἐν αὐτοῖς.” ταῦτα οὑν ἱστόρηται τῷ Παπίᾳ περὶ τοῦ Μάρκου.
“ νεῦσε δ’ αὐτὰ ὡς ἦν δυνατὸς ἔκαστος.’’
Ἑβραίους εὐαγγἐλιον περιέχει. καὶ ταῦτα δ’ ἡμῖν ἀναγκαίως πρὸς τοῖς ἐκτεθεῖσιν ἐπιτετηρήσθω.
Ecclesiastical History. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.