ἐπανελθὼν φυγῆς.
πρότερος ἐν δευτέρῳ τῶν πρὸς τὰς αἱρέσεις ὡδέ πως γράφει κατὰ λέξιν “καὶ πάντες δὲ οἱ πρεσβύτεροι “μαρτυροῦσιν, οἱ κατὰ τὴν Ἀσίαν Ἰωάννῃ τῷ τοῦ “κυρίου μαθητῇ συμβεβληκότες, παραδεδωκέναι τὸν “ Ἰωάννην. παρέμεινε γὰρ αὐτοῖς μέχρι τῶν τραϊα-
“νοῦ χρόνων.”
χρόνον ἐπισημηνάμενος καὶ ἱστορίαν ἀναγκαιοτάτην οἷς τὰ καλὰ καὶ ἐπωφελῆ φίλον ἀκούειν προστίθησιν ἐν ᾧ “τίς ὁ σωζόμενος πλούσιος” ἐπέγραψεν αὐτοῦ συγγράμματι. λαβὼν δὲ ἀνάγνωθι ὧδέ πως ἔχουσαν καὶ αὐτοῦ τὴν γραφήν
οὐ μῦθον, ἀλλὰ ὄντα λόγον, περὶ Ἰωάννου τοὐ ἀποστόλου στόλου παραδεδομένον καὶ μνήμῃ πεφυλαγμένον. ἐπειδὴ γὰρ τοῦ τυράννου τελευτήσαντος ἀπὸ τῆς Πάτμου τῆς νήσου μετῆλθεν ἐπὶ τὴν Ἔφεσον, ἀπῄει παρακαλούμενος καὶ ἐπὶ τὰ πλησιόχωρα τῶν ἐθνῶν,
ὅπου μὲν ἐπισκόπους καταστήσων, ὅπου δὲ ὅλας ἐκκλησίας ἁρμόσων, ὅπου δὲ κλήρῳ ἔνα γέ τινα κληρώσων τῶν ὑπὸ τοῦ πνεύματος σημαινομένων.
τοὺς ἀδελφοὺς, ἐπὶ πᾶσι τῷ καθεστῶτι προσβλέψας ἐπισκόπῳ, νεανίσκον ἱκανὸν τῷ σώματι καὶ τῇ ὄψει ἀστεῖον καὶ θερμὸν τὴν ψυχὴν ἰδὼν, “τοῦτον” ἔφη σοὶ παρακατατίθεμαι μετὰ πάσης σπουδῆς, ἐπὶ τῆς ἐκκλησίας καὶ τοῦ Χριστοῦ μάρτυρος.” τοῦ δὲ δεχομένου
καὶ πάνθ’ ὑπισχνουμένου καὶ πάλιν τὰ αὐτὰ διελέγετο καὶ διεμαρτύρετο.
2 “ὑφῆκε τῆς πλείονος ἐπιμελείας καὶ παραφυλακῆς, ὡς “τὸ τέλειον αὐτῷ φυλακτήριον ἐπιστήσας τὴν σφρα– “γῖδα τοῦ κυρίον.
”ρωγότες, ἐθάδες κακῶν. Καὶ πρῶτον μὲν δἰ ἑστιά– “σεων πολυτελῶν αὐτὸν ἐπάγονται, εἶτά που καὶ νύ– “κτωρ ἐπὶ λωποδυσίαν ἐξιόντες συνεπάγονται, εἶτά “τι καὶ μεῖζον συμπράττειν ἠξίουν.
” ὥσπερ ἄστομος καὶ εὔρωστος ἵππος ὀρθῆς ὁδοῦ καὶ “τὸν χαλινὸν ἐνδακὼν, μειζόνως κατὰ τῶν βαράθρων “ἐφέρετο.
“παθεῖν ήξίον. Αὐτοὺς δὴ τούτονς άναλαβὼν καὶ λῳ– “στήριον σνγκροτήσας ἕτοιμος λᾐσταρχος ἦν, βιαιό- "τατος, μιαιφονώτατος, χαλεπώτατος.
“sατο, ἄγε δὴ, ἔφη, ὧ έπίσκοπε, τὴν παρακαταθή- “κην áπόδος ήμῖν, ἥν ἐγώ τε καὶ ο Χριστός σοι πα- "ρακατεθέμεθα έπὶ τἠς έκκλησίας, ἧς προκαδίζῃ, "μάρτνρος.
"οὔτε πιιστεύειν εἶχεν ὑπὲρ ὧν οὐκ ἔσχεν οὔτε ἀπιστεῖν “’Ιωάννῃ. ὡς δὲ “τὸν νεανίσκον” εἶπεν “ἀπαιτῶ καὶ τὴν “φνχὴν τοῦ άδελφοῦ," στενάξας κάτωθεν ὁ πρεσβύτης “καί τι καὶ έπιδακρύσας, “έκεῖνος” ἔφη "τέθνηκε." “πῶς καὶ τίνα θάνατον; " "θεῷ τέθνηκεν" εἶπεν.
"άπέβη γὰρ πονηρός καὶ εξώλης, καὶ τὸ κεφάλαιον, “λῃστής. Καὶ νῦν άντὶ τῆς έκκλησίας τὸ ὄρος κατεί- “ληφε μεθ' όμοίον στρατιωτικοῦ”
“κλησίας.
“Ἰωάννην, εἰς φυγὴν αἰδεσθεὶς ἐτράπετο. ὁ δὲ ἐδί- “ωκεν ἀνὰ κράτος, ἐπιλαθόμενος τῆς ἡλικίας τῆς ἑαυ- “τοῦ, κεκραγὼς,
“Χριστῷ λόγον δώσω ὑπὲρ σοῦ, ἂν δέῃ, τὸν σὸν θά- “νατον ἑκὼν ὑπομενῶ, ὡς ὁ κύριος τὸν ὑπὲρ ἡμῶν. “ὑπὲρ σοῦ τὴν ψυχὴν ἀντιδώσω τὴν ἐμήν. στῆθι, “πίστευσον, Χριστός με ἀπέστειλεν.
“ὅπλα, εἶτα τρέμων ἔκλαιε πικρῶς. προσελθόντα δὲ “τὸν γέροντα περιέλαβεν, ἀπολογούμενος ταῖς οἰμω- “γαῖς ὡς ἐδύνατο καὶ τοῖς δάκρυσι βαπτιζόμενος ἐκ “δευτέρου, μόνην ἀποκρύπτων τὴν δεξιάν.
“τοῦ σωτῆρος ηὕρηται, δεόμενος, γονυπετῶν, αὐτὴν “τὴν δεξιὰν ὡς ὑπὸ τῆς μετανοίας κεκαθαρμένην κα- “ταφιλῶν, ἐπὶ τὴν ἐκκλησίαν ἐπανήγαγε, καὶ δαψι- “λέσι μὲν εὐχαῖς ἐξαιτούμενος, συνεχέσι δὲ νηστείαις “συναγωνιζόμενος, ποικίλαις δὲ σειρῆσι λόγων κατε-
“πᾴδων αὐτοῦ τὴν γνώμην οὐ πρότερον ἀπῆλθεν, ὥς “φασι, πρὶν αὐτὸν ἀποκατέστησε τῇ ἐκκλησίᾳ, διδοὺς “μέγα παράδειγμα μετανοίας ἀληθινῆς καὶ μέγα γνώ- “ρισμα παλιγγενεσίας, τρόπαιον ἀναστάσεως βλεπο- “μένη.”
Ecclesiastical History. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.