ἄνωθεν ἐξ οὐρανοῦ καρπὸν εὐσεβείας ἐπάξιον, τὰ τρόπαια τῆς κατὰ τῶν ἀσεβῶν παρεῖχε νίκης, τὸν δ’ ἀλιτήριον, αὐτοῖς συμβούλοις ἅπασι καὶ φίλοις, ὑπὸ τοῖς Κωνσταντίνου ποσὶ πρηνῆ κατέβαλεν.
ἄσμενος ἐπαμῦναι κρίνει τοῖς ὑπὸ τῷ τυράννῳ ταλαιπωρουμένοις, καὶ τό γε πλεῖστον ἀνθρώπων γένος, βραχεῖς λυμεῶνας ἐκποδὼν ποιησάμενος, ἀνασώσασθαι ὁρμᾶται.
συμπαθείας ἄξιον ἐλεοῦντι, τῷ μὲν οὐδὲν ἐγίνετο πλέον, τῆς κακίας οὐκ ἀπαλλαττομένῳ, αὔξοντι δὲ μᾶλλον τὴν κατὰ τῶν ὑποχειρίων ἐθνῶν λύτταν, τοῖς δὲ κακουμένοις οὔτις ἐλείπετο σωτηρίας ἐλπὶς, ὑπὸ δεινῷ θηρίῳ καταπονουμένοις.
μίξας τὸ μισοπόνηρον ὁ τῶν ἀγαθῶν ἀρωγὸς, πρόεισιν ἅμα παιδὶ Κρίσπῳ βασιλεῖ φιλανθρωποτάτῳ, σωτήριον δεξιὰν ἅπασι τοῖς ἀπολλυμένοις ἐκτείνας· εἶθ’ οἷα παμβασιλεῖ θεῷ, θεοῦ παιδὶ σωτῆρι ἁπάντων ποδηγῷ καὶ συμμάχῳ χρώμενοι, πατὴρ ἅμα καὶ
υἱὸς, ἄμφω κύκλῳ διελόντες τὴν κατὰ τῶν θεομισῶν παράταξιν, ῥᾳδίαν τὴν νίκην ἀποφέρονται, τῶν κατὰ τὴν συμβολὴν πάντων ἐξευμαρισθέντων αὐτοῖς ὑπὸ τοῦ θεοῦ κατὰ γνώμην.
καὶ ἀπειλῆς οὐκέτ’ ἦσαν, οὐδὲ μέχρις ὀνόματος μνημονευόμενοι· γραφαί τε αὐτῶν καὶ τιμαὶ τὴν ἀξίαν αἰσχύνην ἀπελάμβανον. καὶ ἃ τοῖς πάλαι δυσσεβέσι τυράννοις ἐνεῖδεν αὐτοῖς ὀφθαλμοῖς Λικίννιος, ταῦτα ὁμοίως καὶ αὐτὸς ἔπασχεν, ὅτι μηδ’ αὐτὸς ἐδέξατο ὢ παιδείαν, μηδὲ ταῖς τῶν πέλας ἐσωφρονίσθη μάστιξι, τὴν ὁμοίαν δ’ ἐκείνοις τῆς ἀσεβείας μετελθὼν ὁδὸν, ἐπὶ τὸν ἴσον αὐτοῖς ἐνδίκως περιηνέχθη κρημνόν.
καὶ κατὰ πάντα τοῦ πατρὸς ὁμοίῳ τὴν οἰκείαν ἑῴαν ἀπελάμβανον, καὶ μίαν ἡνωμένην τὴν Ῥωμαίων κατὰ τὸ παλαιὸν παρεῖχον ἀρχὴν, τὴν ἀπ’ ἀνίσχοντος ἡλίου πᾶσαν ἐν κύκλῳ κατὰ θάτερα τῆς οἰκουμένης, ἄρκτον τε ὁμοῦ καὶ μεσημβρίαν, εἰς
ἔσχατα δυομένης ἡμέρας ὑπὸ τὴν αὐτῶν ἄγοντες εἰρήνην.
οἱ πρὶν κατηφεῖς ἀλλήλους ἔβλεπον, χορεῖαι δ’ αὐτοῖς καὶ ὕμνοι κατὰ πόλεις ὁμοῦ καὶ ἀγρούς· τὸν παμβασιλέα θεὸν πρώτιστα πάντων, ὅτι δὴ τοῦτ’ ἐδιδάχθησαν, κἄπειτα τὸν εὐσεβῆ βασιλέα παισὶν ἅμα θεοφιλέσιν ἐγέραιρον.
ἦν, καὶ λήθη πάσης δυσσεβείας, παρόντων δ’ ἀγαθῶν ἀπόλαυσις, καὶ προσέτι μελλόντων προσδοκίαι. ἥπλωντο δ’ οὖν κατὰ πάντα τόπον τοῦ νικητοῦ βασιλέως φιλανθρωπίας ἔμπλεοι διατάξεις, νόμοι τε μεγαλοδωρεᾶς καὶ ἀληθοῦς εὐσεβείας γνωρίσματα περιέχοντες.
αὐτοῖς ᾐσθημένοι, τὸ φιλάρετον καὶ θεοφιλὲς τότε πρὸς τὸ θεῖον εὐσεβὲς καὶ εὐχάριστον δι’ ὧν εἰς προῦ- πτον ἅπασιν ἀνθρώποις παρέσχον ὁρᾶν ἐπεδείξαντο.
Ecclesiastical History. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.