ἡ θεία καὶ οὐράνιος τῆς τοῦ σωτῆρος ἡμῶν ἐπιφανείας ἐδωρεῖτο χάρις, τοσαύτη τε ἅπασιν ἀνθρώποις ἀγαθῶν ἀφθονία διὰ τῆς ἡμετέρας ἐπρυτανεύετο εἰρήνης. καὶ ὧδε μὲν τὰ καθ’ ἡμᾶς ἐν εὐφροσύναις καὶ πανηγύρεσιν ἐτελεῖτο.
φθόνῳ, τῷ τε φιλοπονήρῳ δαίμονι φορητὸς ἡ τῶν ὁρωμένων θέα, ὥσπερ οὑν οὐδὲ Λικιννίῳ πρὸς σώφρονα λογισμὸν ἐτύγχανεν αὐτάρκη τὰ τοῖς πρόσθεν δεδηλωμένοις τυράννοις συμβεβηκότα· ὃς εὖ φερομένης τῆς ἀρχῆς αὐτῷ, βασιλέως τε μεγάλου
Κωνσταντίνου δευτερείων τιμῆς, ἐπιγαμβρίας τε καὶ συγγενείας τῆς ἀνωτάτω ἠξιωμένος, μιμήσεως μὲν τῆς τῶν καλῶν ἀπελιμπάνετο, τῆς δὲ τῶν ἀσεβῶν τυράννων μοχθηρίας ἐζήλου τὴν κακοτροπίαν, καὶ ὧν τοῦ βίου τὴν καταστροφὴν ἐπεῖδεν αὐτοῖς ὀφθαλμοῖς,
τούτων ἕπεσθαι τῇ γνώμη μᾶλλον ἢ τῇ τοῦ κρείττονος ἐμμένειν φιλίᾳ τε καὶ διαθέσει ᾑρεῖτο.
οὐ συνθηκῶν μνήμην ἐν διανοίᾳ λαβών.
τὴν ἐξουσίαν, οὐκ ἔλαττον μέρος τῶν ὑπὸ Ῥωμαίους ἐθνῶν διέπειν αὐτῷ καὶ διοικεῖν κεχαρισμένος.
κακοῖς τὸν εὐεργέτην ἀμείψοιτο. τὰ μὲν οὖν πρῶτα πειρώμενος τὴν συσκευὴν ἐπικρύπτειν, φίλος εἶναι προσεποιεῖτο, δόλῳ τε καὶ ἀπάτῃ πλειστάκις ἐπιθέμενος ῥᾷστα ἂν τυχεῖν τοῦ προσδοκωμένου ἤλπισε.
ὃς αὐτῷ τὰς ἐν ἀπορρήτῳ καὶ σκότει μηχανωμένας ἐπιβουλὰς εἰς φῶς ἄγων διήλεγχε. τοσοῦτον ἀρετῆς τὸ μέγα τῆς θεοσεβείας ὅπλον πρὸς ἄμυναν μὲν ἐχθρῶν, οἰκείας δὲ φυλακὴν σωτηρίας ἰσχύει ᾧ δὴ πεφραγμένος ὁ θεοφιλέστατος ἡμῶν βασιλεὺς
τὰς τοῦ δυσωνύμου πολυπλόκους ἐπιβουλὰς διεδίδρασκεν.
προφανῆ πόλεμον αἴρεται.
διαθεμένους, ἠρέμα τέως καὶ ἡσυχῆ πολιορκεῖν ἐπεβάλλετο· καὶ τοῦτ’ ἔπραττε, δεινῶς ἀβλεπτεῖν ὑπὸ τῆς ἐμφύτου κακίας ἠναγκασμένος.
τοῦ σώφρονος ἐκτραπεὶς λογισμοῦ, διαρρήδην δὲ μανεὶς τὰς φρένας, τὸν θεὸν αὐτὸν, οἷα δὴ Κωνσταντίνου βοηθὸν, ἀντὶ τοῦ βοηθουμένου πολεμεῖν ἐγνώκει.
ὁ δείλαιος τῆς τούτων καθιστὰς ὑπὲρ αὐτοῦ πρὸς τὸν θεὸν εὐχῆς, ἣν ὑπὲρ ἀπάντων αὐτοῖς ποιεῖσθαι πάτριον μάθημα τυγχάνει· εἶτα δὲ τοὺς κατὰ πόλιν στρατιώτας ἐκκρίνεσθαι καὶ ἀποβάλλεσθαι τοῦ τῆς τιμῆς ἀξιώματος, εἰ μὴ τοῖς δαίμοσι θύειν αἱροῖντο,
παρακελεύεται. καὶ ἔτι γε ταῦτα ἦν μικρὰ, τῇ τῶν μειζόνων συγκρινόμενα παραθέσει.
ταλαιπωρουμένους ἐνομοθέτει μηδένα μεταδόσει τροφῆς φιλανθρωπεύεσθαι, μηδ’ ἐλεεῖν τοὺς ἐν δεσμοῖς λιμῷ διαφθειρομένους, μηδ’ ἁπλῶς ἀγαθὸν εἶναι μηδένα, μηδ’ ἀγαθόν τι πράττειν τοὺς καὶ πρὸς αὐτῆς τῆς φύσεως ἐπὶ τὸ συμπαθὲς τῶν πέλας ἑλκομένους.
καὶ ἦν γε νόμων οὗτος ἄντικρυς ἀναιδὴς καὶ ἀπηνέστατος, πᾶσαν ἥμερον ὑπερεξάγων φύσιν, ἐφ’ ᾧ καὶ τιμωρία προσέκειτο, τοὺς ἐλεοῦντας τὰ ἴσα πάσχειν τοῖς ἐλεουμένοις, δεσμοῖς τε καὶ φυλακαῖς καθείργνυσθαι, τὴν ἴσην τοῖς καταπονουμένοις ὑπομένοντας
τιμωρίαν, τοὺς τὰ φιλάνθρωπα διακονουμένους.
τῶν ὑποχειρίων ἐθνῶν ἐπενόει, χρυσοῦ τε καὶ ἀργύρου παντοίας εἰσπράξεις, ἀναμετρήσεις τε γῆς, καὶ τῶν κατ᾿ ἀγροὺς μηκέτ᾿ ὄντων ἀνθρώπων, πρόπαλαι δὲ κατοιχομένων, ἐπιζήμιον κέρδος.
ἠδικηκότων ἐξορισμοὺς, οἵας εὐπατριδῶν καὶ ἀξιολόγων ἀνδρῶν ἀπαγωγὰς, ὧν δὴ τὰς κουριδίας ἀποζευγνὺς γαμετὰς μιαροῖς τισὶν οἰκέταις ἐφ᾿ ὕβρει πράξεως αἰσχρᾶς παρεδίδου, ὅσαις δὲ αὐτὸς ὁ ἐσχατόγηρως γυναιξὶν ὑπάνδροις, παρθένοις τε κόραις
ἐμπαροινῶν, τὴν ἀκόλαστον τῆς αὐτοῦ ψυχῆς ἐπιθυμίαν ἐπλήρου — τί χρὴ ταῦτα μηκύνειν, τῆς τῶν ἐσχάτων αὐτοῦ πράξεων ὑπερβολῆς μικρὰ τὰ πρῶτα καὶ τὸ μηδὲν εἶναι διελεγχούσης;
τε τούτους, ὡσὰν τοῦ ἐπὶ πάντων θεοῦ θεράποντας, ἐναντίους ὑπάρχειν οἷς ἔδρα ἡγούμενος, οὔπω μὲν ἐκ τοῦ φανεροῦ διὰ τὸν ἀπὸ τοῦ κρείττονος φόβον, λάθρα δὲ αὖθις καὶ δολίως συνεσκευάζετο, ἀνῄρει τε τούτων δι᾿ ἐπιβουλῆς τῶν ἡγεμόνων τοὺς δοκιμωτάτους.
καὶ ὁ τρόπος δὲ τοῦ κατ᾿ αὐτῶν φόνου ξένος τις ἦν, καὶ οἷος οὐδεπώποτε ἠκούσθη.
αἱ μὲν ἐξ ὕψους εἰς ἔδαφος αὖθις κατερρίπτοντο, τὰς δὲ ἀπέκλειον, ὡς ἂν μὴ συνάγοιτό τις τῶν εἰω- θότων, μηδὲ τῷ θεῷ τὰς ἐποφειλομένας ἀποδιδῷ λατρείας.
ἡμάς καὶ τὸν θεὸν ἱλεοῦσθαι πέπειστο· ἔνθεν ὡρμᾶτο καθ’ ἡμῶν τὸν θυμὸν ἐπισκήπτειν.
τιμωρίαις, ἀπήγοντό τε καὶ ἐκολάζοντο ἀπροφασίστως τοῖς μιαιφόνοις ὁμοίως οἶ μηδὲν ἠδικηκότες· ἤδη δέ τινες καινοτέραν ὑπέμενον τελευτὴν, ξίφει τὸ σῶμα εἰς πολλὰ τμήματα κατακρεουργούμενοι, καὶ μετὰ τὴν ἀπηνῆ ταύτην καὶ φρικτοτάτην θέαν τοῖς τῆς
θαλάσσης βυθοῖς ἰχθύσι εἰς βορὰν ῥιπτούμενοι.
τὸν τρόπον, λοιπὸν καὶ τὸν κατὰ πάντων ἀνακινεῖν διωγμὸν ἐπὶ διάνοιαν ἐβάλλετο.
βαθεῖ σκότῳ καὶ νυκτὶ ζοφωδεστάτῃ φωστῆρα μέγαν ἀθρόως καὶ σωτῆρα τοῖς πᾶσιν ἐξέλαμψε, τὸν αὐτοῦ θεράποντα Κωνσταντῖνον ὑψηλῷ βραχίονι ἐπὶ τὰ τῇδε χειραγωγήσας.
Ecclesiastical History. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.