τοῖς πάλαι θεοφιλέσι προφήταις τετίμητο ἤδη καιρὸς ἀποδεικνύναι.
1 πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὂρει ” παραδιδοὺς, ἀρχιερέα θεοῦ , ὡς ἐνῆν μάλιστα δυνα- τὸν, ἄνθρωπον ἐπιφημίσας , τοῦτον Χριστὸν ἀναγορεύει. καὶ ταύτῃ γε τῇ κατὰ τὴν ἀρχιερωσύνην ἀξίᾳ,
πᾶσαν ὑπερβαλλούσῃ παρ’ αὐτῷ τὴν ἐν ἀνθρώποις προεδρίαν , ἐπὶ τιμῇ καὶ δόξῃ τὸ τοῦ Χριστοῦ περιτίθησιν ὄνομα. οὕτως ἄρα τὸν Χριστὸν θεῖόν τι χρῆμα ἠπίστατο.
ἐξαιρέτου προνομίας καὶ ταύτην ἀξιοῖ. οὔποτε γοῦν πρότερον ἐκφωνηθὲν εἰς ἀνθρώπους πρὶν ἢ Μωυσέα γνωσθῆναι τὸ τοῦ Ἰησοῦ πρόσρημα τούτῳ Μωυσῆς πρώτῳ καὶ μόνῳ περιτίθησιν , ὃν κατὰ τύπον αὖθις καὶ σύμβολον ἔγνω μετὰ τὴν αὐτοῦ τελευτὴν διαδεξόμενον
τὴν κατὰ πάντων ἀρχήν.
μεῖζον βασιλικοῦ διαδήματος τοὔνομα αὐτῷ δωρούμενος, ὅτι δὴ καὶ αὐτὸς ὁ τοῦ Ναυῆ Ἰησοῦς τοῦ σωτῆρος ἡμῶν τὴν εἰκόνα ἔφερε, τοῦ μόνου μετὰ Μωθσἐα καὶ τὸ συμπέρασμα τῆς δι’ ἐκείνου παραδοθείσης συμβολικῆς λατρείας, τῆς ἀληθοῦς καὶ καθαρωτάτης
εὐσεβείας τὴν ἀρχὴν διαδεξαμένου.
μεγίστῃ περιτέθειται.
δὲ ἀμηχανῶν Δαβὶδ , διὰ τούτων ‘ἵνα τί ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κενά; παρέστησαν οἶ βασιλεῖς τῆς γῆς, καὶ οἶ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ, κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ. ” οἷς ἑξῆς ἐπιλέγει ἐξ αὐτοῦ δὴ προσώπου τοῦ Χριστοῦ
κύριος εἶπε πρός με, υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε. αἴτησαι παρ’ ἐμοῦ καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς ”
χριομένους ἕνεκα, τὸ τοῦ Χριστοῦ κατεκόσμει παρ’ Ἑβραίοις ὄνομα, ἀλλὰ καὶ τοὺς βασιλέας, οὓς καὶ αὐτοὺς νεύματι θείῳ προφῆται χρίοντες εἰκονικούς τινας Χριστοὺς ἀπειργάζοντο , ὅτι δὴ καὶ αὐτοὶ τῆς τοὐ μόνου καὶ ἀληθοῦς Χριστοῦ τοῦ κατὰ πάντων ὢ βασιλεύοντος θείου λόγου βασιλικῆς καὶ ἀρχικῆς ἐξουσίας τοὺς τύπους δι’ ἑαυτῶν ἔφερον.
λόγον, ἀναφορὰν ἔχειν, μόνον ἀρχιερέα τῶν ὅλων καὶ μόνον ἀπάσης κτίσεως βασιλέα καὶ μόνον προφητῶν ἀρχιπροφήτην τοῦ πατρὸς τυγχάνοντα.
2 λέων μήτε μὴν προφητῶν , τοσαύτην ἀρετῆς ἐνθέου δύναμιν κτήσασθαι, ὅσην ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς ὁ μόνος καὶ ἀληθινὸς Χριστὸς ἐπιδέδεικται.
ἐπὶ πλείσταις ὅσαις γενεαῖς παρὰ τοῖς οἰκείοις διαλαμψάντων τοὺς ὑπηκόους πώποτε ἐκ τῆς περὶ αύτοὺς εἰκονικῆς τοῦ Χριστοῦ προσρήσεως Χριστιανοὺς ἐπεφήμισεν · ἀλλ’ οὐδὲ σεβάσμιός τινι τούτων πρὸς τῶν ὑπηκόων ὑπῆρξε τιμή· ἀλλ’ οὐδὲ μετὰ τὴν τελευτὴν
τοσαύτη διάθεσις , ὡς καὶ ὑπεραποθνήσκειν ἑτοίμως ἔχειν τοῦ τιμωμένου · ἀλλ’ οὐδὲ πάντων τῶν ἀνὰ τὴν οἰκουμένην ἐθνῶν περί τινα τῶν τότε τοσαύτη γέγονε κίνησις, ἐπεὶ μηδὲ τοσοῦτον ἐν ἐκείνοις ἡ τοῦ συμβόλου δύναμις οἴα τε ἢν ἐνεργεῖν, ὅσον ἡ
τῆς ἀληθείας παράστασις διὰ τοῦ σωτῆρος ἡμῶν ἐνδεικνυμένη·
ὁμοίως τοῖς πάλαι γενόμενος, οὐδ’ ἀξίας ὅλως ἤ τινος παρὰ Ἰουδαίοις τυχὼν προεδρίας , ὅμως τοῖς πᾶσιν εἰ καὶ μὴ τοῖς συμβόλοις, ἀλλ’ αὐτῇ γε τῇ ἀληθείᾳ παρὰ τοῦ πατρὸς κεκόσμητο.
μᾶλλον ἀνηγόρευται. καὶ ὡσὰν μόνος καὶ ἀληθὴς αὐτὸς ὢν ὁ Χριστὸς τοῦ θεοῦ Χριστιανῶν τὸν πάντα κόσμον τῆς ὄντως σεμνῆς καὶ ἱερὰς αὐτοῦ προσηγορίας κατέπλησεν, οὐκέτι τύπους οὐδὲ εἰκόνας, ἀλλ’ αὐτὰς γυμνὰς ἀρετὰς καὶ βίον οὐράνιον αὐτοῖς ἀληθείας
δόγμασι τοῖς θιασώταις παραδοίς.
οὐ μόνος γε Ἠσαίας, ἀλλὰ καὶ Δαβὶδ εἰς τὸ αὐτοῦ πρόσωπον ἀναφωνεῖ λέγων “ ὁ θρόνος σου , θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ θεὸς ὁ θεός
σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.” ἐν οἶς ὁ λόγος ἐν μὲν τῷ πρώτῳ στίχῳ θεὸν αὐτὸν ἐπιφημίζει , ἐν δὲ τῷ δευτέρῳ σκήπτρῳ βασιλικῷ τιμᾷ.
ἐλαίῳ, οὐ τῷ ἐξ ὕλης σωμάτων , ἀλλὰ τῷ ἐνθέῳ τῆς ἀγαλλιάσεως ἠλειμμένον παρίστησι, παρὸ καὶ τὸ ἐξαίρετον αὐτοῦ καὶ πολὺ κρεῖττον καὶ διάφορον τῶν πάλαι διὰ τῶν εἰκόνων σωματικώτερον κεχρισμένων ὑποσημαίνει.
τὰ περὶ αὐτοῦ δηλοῖ λέγων “ εἶπεν ὁ κύριος τῷ κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου, ἴως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου,’ καὶ “ ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε. ὤμοσε κύριος καὶ οὐ μεταμεληθήσεται · σὺ εἶ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ
τὴν τάξιν Μελχισεδέκ.”
3 οὐ κατὰ τὴν τῶν ἄλλων σύμβολα καὶ τύπους ἀνειληφότων Χριστὸς καὶ ἱερεὺς μεθ’ ὅρκου παραλήψεως ὁ σωτὴρ ἡμῶν ἀνηγόρευται.
ἀλλ’ οὐδ’ ἐκ φυλῆς τῶν ἱερωμένων γενόμενον, ἐξ αὐτοῦ δὲ τοῦ θεοῦ πρὸ ἑωσφόρου μὲν, τουτέστι πρὸ τῆς τοῦ κόσμου συστάσεως οὐσιωμένον, ἀθάνατον δὲ καὶ ἀγήρω τὴν ἱερωσύνην εἰς τὸν ἄπειρον αἰῶνα διακατέχοντα.
ἀσωμάτου καὶ ἐνθέου χρίσεως μέγα καὶ ἐναρλὲς τεκμήριον τὸ μόνον αὐτὸν ἐξ ἁπάντων τῶν πώποτε εἰσέτι καὶ νῦν παρὰ πᾶσιν ἀνθρώποις καθ’ ὅλου τοῦ κόσμου Χριστὸν ἐπιφημίζεσθαι , ὁμολογεῖσθαί τε καὶ μαρτυρεῖσθαι πρὸς ἀπάντων ἐπὶ τῇ προσηγορίᾳ, παρά
τε Ἓλλησι καὶ βαρβάροις μνημονεύεσθαι, καὶ εἰσέτι καὶ νῦν παρὰ τοῖς ἀνὰ τὴν οἰκουμένην αὐτοῦ θιασώταις τιμᾶσθαι μὲν ὡς βασιλέα, θαυμάζεσθαι δὲ ὑπὲρ προφήτην, δοξάζεσθαί τε ὡσὰν ἀληθῆ καὶ μόνον θεοῦ ἀρχιερέα, καὶ ἐπὶ πάσι τούτοις οἷα θεοῦ λόγον προόντα
καὶ πρὸ αἰώνων ἀπάντων οὐσιωμένον, τὴν σεβάσμιον τιμὴν παρὰ τοῦ πατρὸς ὑπειληφότα , καὶ προσκυνεῖσθαι ὡσὰν θεόν.
ἀλλὰ καὶ πάσῃ διαθέσει ψυχῆς , ὡς καὶ αὐτῆς προτιμᾶν τῆς ἑαυτῶν ζωῆς τὴν εἰς αὐτὸν μαρτυρίαν.
Ecclesiastical History. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.