τοῦ μὲν σώματος ἐοικότος κεφαλῇ, ᾗ θεὸς ἐπινοεῖται, τοῦ δὲ ποσὶ παραβαλλομένου, ᾗ τὸν ἐν ἡμῖν ἄνθρωπον ὁμοιοπαθῆ τῆς ἡμῶν αὐτῶν ἕνεκεν ὑπέδυ σωτηρίας, γένοιτ᾿ ἂν ἡμῖν ἐντεῦθεν ἐντελὴς ἡ τῶν ἀκολούθων ὑπόθεσις, εἰ τῆς κατ᾿ αὐτὸν ἱστορίας ἁπάσης ἀπὸ
τῶν κεφαλαιωδεστάτων καὶ κυριωτάτων τοῦ λόγου τὴν ὑφήγησιν ποιησαίμεθα. ταύτῃ δὲ ἤδη καὶ τῆς Χριστιανῶν ἀρχαιότητος τὸ παλαιὸν ὁμοῦ καὶ θεοπρεπὲς τοῖς νέαν αὐτὴν καὶ ἐκτετοπισμένην, χθὲς καὶ οὐ πρότερον φανεῖσαν ὑπολαμβάνουσιν ἀναδειχθήσεται.
1 σεται ; ” ὅτι δὴ οὔτε τὸν πατέρα τις ἔγνω, εἰ μὴ ὁ υἱὸς , οὔτ’ αὖ τὸν υἱόν τις γνοίη ποτὲ κατ’ ἀξίαν , εἰ μὴ μόνος ὁ γεννήσας αὐτὸν πατήρ.
σοφίαν , τόν τε ζῶντα καὶ ἐν ἀρχῇ παρὰ τῷ πατρὶ τυγχάνοντα θεὸν λόγον τίς ἂν πλὴν τοῦ πατρὸς καθα- ρῶς ἐννοήσειε, πρὸ πάσης κτίσεως καὶ δημιουργίας ὁρωμένης τε καὶ ἀοράτου τὸ πρῶτον καὶ μόνον τοὐ θεοῦ γέννημα, τὸν τῆς κατ’ οὐρανὸν λογικῆς καὶ ἀθανάτου
στρατιὰς ἀρχιστράτηγον, τὸν τῆς μεγάλης βουλῆς ἄγγελον, τὸν τῆς ἀρρήτου γνώμης τοῦ πατρὸς ὑπουργὸν , τὸν τῶν ἀπάντων σὺν τῷ πατρὶ δημιουργὸν, τὸν δεύτερον μετὰ τὸν πατέρα τῶν ὅλων αἴτιον, τὸν τοῦ θεοῦ παῖδα γνήσιον καὶ μονογενῆ , τὸν τῶν
γεννητῶν ἁπάντων κύριον καὶ θεὸν καὶ βασιλέα, τὸν τὸ κῦρος ὁμοῦ καὶ τὸ κράτος αὐτῇ θεότητι καὶ δυνάμει καὶ τιμῇ παρὰ τοῦ πατρὸς ὑποδεδεγμένον, ὅτι δὴ κατὰ τὰς περὶ αὐτοῦ μυστικὰς τῶν γραφῶν θεολογίας “ ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν
θεὸν, καὶ θεὸς ἦν ὁ λόγος· πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν.’’
τῶν ὅλων αὐτῷ δὴ τῷ Χριστῷ , καὶ οὐδὲ ἄλλῳ ἢ τῷ θείῳ δηλαδὴ καὶ πρωτογόνῳ ἑαυτοῦ λόγῳ τὴν τῶν ὑποβεβηκότων ποίησιν παραχωροῦντα διδά- σκει, αὐτῷ τε κοινολογούμενον ἐπὶ τῆς ἀνθρωπογο- νίας. “ εἷπε γάρ’ φησὶν “ ὁ θεὸς, ποιήσωμεν ἂνθρω- 2 πον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν.’’
νεύματι προστάττοντα , τὸν δὲ τούτῳ δευτερεύοντα θεῖον λόγον, οὐχ ἕτερον τοῦ πρὸς ἡμῶν κηρυττομένου, ταῖς πατρικαῖς ἐπιτάξεσιν ὑπουργοῦντα.
ἀμφί τε τὸν μέγαν θεράποντα Μωυσέα, καὶ πρό γε αὐτοῦ πρῶτος ‘Αβραὰμ, τούτου τε οἶ παῖδες καὶ ὅσοι μετέπειτα δίκαιοι πεφήνασι καὶ προφῆται, καθαροῖς διανοίας ὄμμασι φαντασθέντες ἔγνωσάν τε καὶ οἷα θεοῦ παιδὶ τὸ προσῆκον ἀπένειμαν σέβας.
γε ἄνθρωπον ὀφθαλμοῖς ὁρῶν, προσκυνεῖ μὲν ὡς θεὸν, ἱκετεύει δὲ ὡς κύριον, ὁμολογεῖ τε μὴ ἀγνοεῖν ὅστις εἴη, ῥήμασιν αὐτοῖς λέγων “ κύριε ὁ κρίνων πᾶσαν τὴν γῆν, οὐ ποιήσεις κρίσιν ;”
θεοῦ τοῦ παντοκράτορος εἰς ἀνδρὸς εἶδος μεταβάλ- λειν , μηδ’ αὖ γεννητοῦ μηδενὸς φαντασίᾳ τὰς τῶν ὁρώντων ὄψεις ἐξαπατᾶν, μηδὲ μὴν ψευδῶς τὰ τοιαῦτα πλάττεσθαι τὴν γραφὴν, θεὸς καὶ κύριος ὁ κρίνων πᾶσαν τὴν γῆν καὶ ποιῶν κρίσιν ἐν ἀνθρώπου
3 ὁρώμενος σχήματι, τίς ἂν ἕτερος ἀναγορεύοιτο, εἰ μὴ φάναι θέμις τὸ πρῶτον τῶν ὅλων αἴτιον , ἢ μόνος ὁ προὼν αὐτοῦ λόγος; περὶ οὗ καὶ ἐν ψαλμοῖς ἀνείρηται “ ἀπέστειλε τὸν λόγον αὑτοῦ, καὶ ἰάσατο αὐτοὺς,
καὶ ἐρρύσατο αὐτοὺς ἐκ τῶν διαφθορῶν αὐτῶν.”
θεὸν ἡ θεία προσαγορεύει γραφὴ , φάσκοντα τῷ Ἰακὼβ “ οὺκέτι κληθήσεται τὸ ὂνομά σου Ἰακὼβ ἀλλ’ Ἰσραὴλ ἔσται τὸ ὄνομά σου, ὅτι ἐνίσχυσας μετὰ θεοῦ. ὅτε καὶ ἐκάλεσεν Ἰακὼβ τὸ ὄνομα τοῦ τόπου ἐκείνου εἶδος θεοῦ , λέγων “ εἶδον γὰρ τὸν θεὸν πρόσωπον
πρὸς πρόσωπον, καὶ ἐσώθη ἡ ψυχή μου.’’
μὴν κύριον, ἀλλ’ ἀγγέλους χρηματίσαι λέγουσα, ὡς διὰ μυρίων μαρτυριῶν πιστώσασθαι ῥᾴδιον.
5 τὰ δευτερεῖα τῆς κατὰ πάντων βασιλείας τε καὶ ἀρχῆς ἐμπεπιστευμένον, ἀρχιστράτηγον δυνάμεως κυρίου ὀνομάζει, οὐκ ἄλλως αὐτὸν ἢ αὖθις ἐν ἀνθρώπου μορφῇ καὶ σχήματι θεωρήσας.
πρόσωπον ἐπὶ τὴν γῆν καὶ εἶπεν αὐτῷ, δέσποτα, τί προστάσσεις τῷ σῷ οἰκέτῃ ; καὶ εἶπεν ὁ ἀρχιστράτηγος κυρίου πρὸς Ἰησοῦν, λῦσον τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου· ὁ γὰρ τόπος, ἐν ᾧ σὺ ἕστηκας, τόπος ἅγιός ἐστιν.
ὅτι μὴ ἕτερος οὗτος εἴη τοῦ καὶ Μωυσεῖ κεχρηματικότος, ὅτι δὴ αὐτοῖς ῥήμασι καὶ ἐπὶ τῷδέ φησιν ἡ γραφή “ὡς δὲ εἶδε κύριος ὅτι προσάγει ἰδεῖν, ἐκάλεσεν αὐτὸν κύριος ἐκ τοῦ βάτου λέγων , Μωυσῆ Μωυσῆ· ὁ δὲ εἶπε τί ἐστι; καὶ εἶπε, μὴ έγγίσῃς ὡδε·
λῦσον τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου· ὁ γὰρ τόπος, ἐν ᾧ σὺ ἕστηκας ἐπ’ αὐτοῦ, γῆ ἁγία ἐστί. καὶ εἶπεν αὐτῷ, ἐγώ εἰμι ὁ θεὸς τῶν πατέρων σου, ὁ θεὸς Ἀβραὰμ καὶ θεὸς Ἰσαὰκ καὶ θεὸς Ἰακώβ.”
ἡ τῷ πατρὶ καὶ θεῷ τῶν ὅλων εἰς τὴν τῶν γενητῶν ἁπάντων δημιουργίαν ὑπηρετησαμένη, λόγος θεοῦ καὶ σοφία χρηματίζουσα, πρὸς ταῖς τεθειμέναις ἀποδείξεσιν ἔτι καἲ αὐτῆς ἐξ ἰδίου προσώπου τῆς σοφίας ἐπακοῦσαι πάρεστι, διὰ Σθλομῶνος λευκότατα ὧδέ
πως τὰ περὶ ἑαυτῆς μυσταγωγούσης ‘ἐγὼ ἡ σοφία κατεσκήνωσα βουλὴν καὶ γνῶσιν , καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην· δι’ ἐμοῦ βασιλεῖς βασιλεύουσι, καὶ οἱ δυνάσται γράφουσι δικαιοσύνην · δι’ ἐμοῦ μεγιστᾶνες μεγαλύνονται, καὶ τύραννοι δι’ ἐμοῦ κρατοῦσι
5 γῆς. ”
πρὸ δὲ πάντων βουνῶν γεννᾷ με. ἡνίκα ἡτοίμαξε τὸν οὐρανὸν, συμπαρήμην αὐτῷ , καὶ ὡς ἀσφαλεῖς ἐτίθει πηγὰς τῆς ὑπ’ οὐρανὸν, ἥμην παρ’ αὐτῷ ἁρμόζουσα. ἐγὼ ἤμην ᾗ προσέχαιρε, καθ’ ἡμέραν δὲ ηὐφραινόμην ἐνώπιον αὐτοῦ ἐν παντὶ καιρῷ, ὅτε
ηὐφραίνετο τὴν οἰκουμένην ”
πρότερον εἰς πάντας ἀνθρώπους καὶ πᾶσιν ἔθνεσιν ἐκηρύττετο, ὧδε ἂν γένοιτο πρόδηλον. οὐκ ἦν ’π’ χωρεῖν οἶός τε τὴν τοῦ Χριστοῦ πάνσοφον καὶ πάνα ρετον διδασκαλίαν ὁ πάλαι τῶν ἄνθρωπον βίος.
ζωὴν ὁ πρῶτος ἄνθρωπος , ἧττον τῆς θείας ἐντολῆς φροντίσας, εἰς τουτονὶ τὸν θνητὸν καὶ ἐπίκηρον βίον καταπέπτωκε, καὶ τὴν ἐπάρατον ταυτηνὶ γῆν τῆς πάλαι ἐνθέου τρυφῆς ἀντικατηλλάξατο, οἵ τε ἀπὸ τούτου τὴν καθ’ ἡμὰς σύμπασαν πληρώσαντες, πολὺ
χείρους ἀναφανέντες ἐκτὸς ἑνός που καὶ δευτέρου, θηριώδη τινὰ τρόπον καὶ βίον ἀβίωτον ἐπανῄρηντο·
ὀνόματος μετεῖχον, νομάδες δὲ ἐπ’ ἐρημίαις οἶά τινες ἄγριοι καὶ ἀπηνεῖς διῆγον, τοὺς μὲν ἐκ φύσεως προσήκοντας λογισμοὺς, τά τε λογικὰ καὶ ἥμερα τῆς ἀνθρώπων ψυχῆς σπέρματα αὐτοπροαιρέτου κακίας ὑπερβολῇ διαφθείροντες, ἀνοσιουργίαις δὲ πάσαις ὅλους σφᾶς ἐκδεδωκότες, ὡς τοτὲ μὲν ἀνθρωποβορεῖν, τοτὲ δὲ ἀλληλοκτονεῖν, ἄλλοτε δὲ ἀνθρωποβορεῖν, θεομαχίας τε καὶ τὰς παρὰ τοῖς πᾶσι βοωμένας γιγαντομαχίας
ἐπιτολμᾶν, καὶ γῆν μὲν ἐπιτειχίζειν οὐρανῷ διανοεῖσθαι, μανίᾳ δὲ φρονήματος ἐκτόπου αὐτὸν τὸν ἐπὶ πάντων θεὸν πολεμεῖν παρασκευάζεσθαι.
κατὰ πάσης τῆς γῆς κεχυμένην θεὸς ὁ πάντων ἔφορος μετῄει, λιμοῖς τε συνεχέσι καὶ λοιμοῖς, πολέμοις τε αὖ καὶ κεραυνόν βολαῖς ἄνωθεν αὐτοὺς υπετέμνετο, ὥσπερ τινὰ δεινὴν καὶ χαλεπωτάτην νόσον ψυχῶν πικροτέροις ἀνέχων τοῖς κολαστηρίοις.
μὲν οὖν, ὅτε δὴ πολὺς ἦν ἐπικεχυμένος ὀλίγου δεῖν κατὰ πάντων ὁ τῆς κακίας κόρος, οἶα μέθης δεινῆς τὰς ἁπάντων σχεδὸν ἀνθρώπων ἐπισκιαζούσης καὶ ἐπισκοτούσης ψυχὰς , ἡ πρωτόγονος καὶ πρωτόκτιστος τοῦ θεοῦ σοφία καὶ αὐτὸς ὁ προὼν λόγος φιλανθρωπίας
ὑπερβολῇ τοτὲ μὲν δι’ ὀπτασίας ἀγγέλων τοῖς ὑποβεβηκόσι , τοτὲ δὲ καὶ δι’ ἑαυτοῦ οἶα θεοῦ δύναμις σωτήριος ἐνί που καὶ δευτέρῳ τῶν πάλαι θεοφιλῶν ἀνδρῶν, οὐκ ἄλλως ἢ δι’ ἀνθρώπου μορφῆς, ὅτι μηδ’ ἑτέρως ἦν δυνατὸν, αὐτοῖς ὑπεφαίνετο.
ὡς δ’ ἤδη διὰ τούτων τὰ θεοσεβείας σπέρματα εἰς πλῆθος ἀνδρῶν καταβέβλητο, ὅλον τε τὸ ἔθνος ἐπὶ τῇ θεοσεβείᾳ προσανέχον ἀνέκαθεν ἐξ Ἑβραίων ὑπέστη τοῦτο, τούτοις μὲν ὡσανεὶ πλήθεσιν ἔτι ταῖς παλαιαῖς ἀγωγαῖς ἐκδεδιῃτημένοις διὰ τοῦ προφήτου
Μωυσέως εἰκόνας καὶ σύμβολα σαββάτου τινὸς μυστι- κοῦ καὶ περιτομῆς , ἑτέρων τε νοητῶν θεωρημάτων εἰσαγωγὰς , ἀλλ’ οὐκ αὐτὰς ἐναργεῖς παρεδίδου τὰς μυσταγωγίας.
πλείοσι τῶν ἐθνῶν διὰ τῶν πανταχόσε νομοθετῶν τε καὶ φιλοσόφων ἡμέρωτο τὰ φρονήματα, τῆς ἀγρίας καὶ ἀπηνοῦς θηριωδίας ἐπὶ τὸ πρᾶον μεταβεβλημένης, ὡς καὶ εἰρήνην βαθεῖαν φιλίας τε καὶ ἐπιμιξίας πρὸς ἀλλήλους ἔχειν, τηνικαῦτα πᾶσι δὴ λοιπὸν ἀνθρώποις
καὶ τοῖς ἀνὰ τὴν οἰκουμένην ἔθνεσιν, ὡσὰν προωφελημένοις καὶ ἤδη τυγχάνουσιν ἐπιτηδείοις πρὸς παραδοχὴν τῆς τοῦ πατρὸς γνώσεως, ὁ αὐτὸς δὴ πάλιν ἐκεῖνος ὁ τῶν ἀρρήτων διδάσκαλος , ὁ ἐν πᾶσιν ἀγαθοῖς τοῦ πατρὸς ὑπουργὸς , ὁ θεῖος καὶ οὐράνιος
τοῦ θεοῦ λόγος , δι’ ἀνθρώπου κατὰ μηδὲν σώματος οὐσίᾳ τὴν ἡμετέραν φύσιν διαλλάττοντος, ἀρχομένης τῆς Ῥωμαίων βασιλείας ἐπιφανεὶς, τοιαῦτα ἔδρασέ τε καὶ ἔπαθεν, οἷα ταῖς προφητείαις ἀκόλουθα ἦν , ἄνθρωπον ὁμοῦ καὶ θεὸν ἐπιδημήσειν τῷ βίῳ παρασόξων
ἔργων ποιητὴν, καὶ τοῖς πᾶσιν ἔθνεσι διδάσκαλον τῆς τοῦ πατρὸς εὐσεβείας ἀναδειχθήσεσθαι, τό τε παράδοξον αὐτοῦ τῆς γενέσεως καὶ τὴν καινὴν διδασκαλίαν καὶ τῶν ἔργων τὰ θαυμάσια, ἐπί τε τούτοις τοῦ θανάτου τὸν τρόπον, τήν τε ἐκ νεκρῶν ἀνάστασιν,
καὶ τὴν ἐπὶ πᾶσιν εἰς οὐρανοὺς ἔνθεον ἀποκατάστασιν αὐτοῦ προκηρυττούσαις.
γάρ’ φησὶν “ ἴως οὗ θρόνοι ἐτέθησαν, καὶ παλαιὸς 6 ἡμερῶν ἐκάθητο. καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡσεὶ χιὼν, καὶ ἡ θρὶξ τῆς κεφαλῆς αὐτοῦ ὡσεὶ ἔριον καθαρὸν ὁ θρόνος αὐτοῦ φλὸξ πυρὸς , οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον. ποταμὸς πυρὸς εἷλκεν ἔμπροσθεν αὐτοῦ. χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ, καὶ μύριαι
μυριάδες παρειστήκεισαν ἔμπροσθεν αὐτοῦ. κριτήριον ἐκάθισε καὶ βίβλοι ἠνεῲχθησαν.”
προσηνέχθη · καὶ αὐτῷ ἐδόθη ἡ ἀρχὴ καὶ ἡ τιμὴ καὶ ἡ βασιλεία, καὶ πάντες οἱ λαοὶ, φυλαὶ, γλῶσσαι αὐτῷ δουλεύουσιν. ἡ ἐξουσία αὐτοῦ ἐξουσία αἰώνιος) ἥτις οὐ παρελεύσεται. καὶ ἡ βασιλεία αὐτοῦ οὐ διαφθαρήσεται. ”
τὸν ἡμέτερον σωτῆρα, τὸν ἐν ἀρχῇ πρὸς τὸν θεὸν θεὸν λόγον ἀναφέροιτο ἂν, υἱὸν ἀνθρώπου διὰ τὴν ὑστάτην ἐνανθρώπησιν αὐτοῦ χρηματίζοντα.
ἀποδεικτικώτερόν τε τὰ περὶ αὐτοῦ δηλούμενα ἐν ἑτέροις συστήσαντες, τοῖς εἰρημένοις ἐπὶ τοῦ παρόντος ἀρκεσθησόμεθα.
Ecclesiastical History. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.