“ Τούτων ἁπάντων ὑποδειγμάτων ἡμῖν καἰ
ὑπογραμμῶν καὶ καλῶν γνωρισμάτων ἐν ταῖς θείαις καὶ ἱεραῖς γραφαῖς κειμένων, οὐδὲν μελλάσαντες οἱ μακάριοι σὺν ἡμῖν μάρτυρες, τὸ τῆς ψυχῆς ὄμμα πρὸς τὸν ἐπὶ πάντων θεὸν καθαρῶς τείναντες καὶ τὸν ἐπ’ εὐσεβείᾳ θάνατον ἐν νῷ λαβόντες, ἀπρὶξ τῆς κλήσεως εἴχοντο, τὸν μὲν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν εὑρόντες ἐνανθρωπήσαντα δι’ ἡμᾶς, ἵνα πᾶσαν μὲν ἁμαρτίαν ἐκκόψῃ, ἐφόδια δὲ τῆς εἰς τὴν αἰώνιον ζωὴν εἰσόδου ἡμῖν
15
κατάθηται· οὐ γὰρ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσεν μορφὴν δούλου λαβών, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος ἑαυτὸν ἐταπείνωσεν ἕως θανάτου, θανάτου δὲ σταυροῦ· δι’ ὃ
16
καὶ ζηλώσαντες τὰ μείζονα χαρίσματα οἱ χριστοφόροι μάρτυρες πάντα μὲν πόνον καὶ παντοίας ἐπινοίας αἰκισμῶν οὐκ εἰς ἅπαξ, ἀλλ’ ἤδη καὶ δεύτερόν τινες ὑπέμειναν, πάσας δὲ ἀπειλὰς οὐ λόγοις μόνον, ἀλλὰ καὶ ἔργοις τῶν δορυφόρων κατ’ αὐτῶν φιλοτιμουμένων, οὐκ ἐνεδίδουν τὴν γνώμην
17
διὰ τὸ τὴν τελείαν ἀγάπην ἔξω βάλλειν τὸν φόβον· ὧν καταλέγειν τὴν ἀρετὴν καὶ τὴν ἐφ’ ἑκάστῃ
βασάνῳ ἀνδρείαν τίς ἄν ἀρκέσειεν λόγος; ἀνέσεως γὰρ οὔσης ἅπασι τοῖς βουλομένοις ἐνυβρίζειν, οἱ μὲν ξύλοις ἔπαιον, ἕτεροι δὲ ῥάβδοις, ἄλλοι δὲ μάστιξιν, ἕτεροι δὲ πάλιν ἱμᾶσιν, ἄλλοι δὲ σχοινίοις. καὶ ἦν ἡ θέα τῶν αἰκισμῶν ἐνηλλαγμένη καὶ
πολλὴν τὴν ἐν αὐτῇ κακίαν ἔχουσα. οἳ μὲν γὰρ ἀπίσω τὼ χεῖρε δεθέντες περὶ τὸ ξύλον ἐξηρτῶντο
καὶ μαγγάνοις τισὶ διετείνοντο πᾶν μέλος, εἴθ’ οὕτως διὰ παντὸς τοῦ σώματος ἐπῆγον ἐκ κελεύσεως οἱ βασανισταί, οὐ καθάπερ τοῖς φονεῦσιν ἐπὶ τῶν πλευρῶν μόνον, ἀλλὰ καὶ τῆς γαστρὸς καὶ κνημῶν καὶ παρειῶν τοῖς ἀμυντηρίοις ἐκόλαζον· ἕτεροι δὲ ἀπὸ τῆς στοᾶς μιᾶς χειρὸς ἐξηρτημένοι αἰωροῦντο, πάσης ἀλγηδόνος δεινοτέραν τὴν ἀπὸ τῶν ἄρθρων καὶ μελῶν τάσιν ἔχοντες· ἄλλοι δὲ πρὸς τοῖς κίοσιν ἀντιπρόσωποι ἐδοῦντο, οὐ βεβηκόσιν τοῖς ποσίν, τῷ δὲ βάρει τοῦ σώματος βιαζομένων μετὰ τάσεως ἀνελκομένων τῶν δεσμῶν. καὶ τοῦθ’ ὑπέμενον, οὐκ ἐφ’ ὅσον προσδιελέγετο
οὐδ’ αὐτοῖς ἐσχόλαζεν ὁ ἡγεμών, ἀλλὰ μόνον οὐχὶ δι’ ὅλης τῆς ἡμέρας. ὅτε γὰρ καὶ ἐφ’ ἑτέρους μετέβαινεν, τοῖς προτέροις κατελίμπανεν ἐφεδρεύειν τοὺς τῆ ἐξουσίᾳ αὐτοῦ ὑπηρετουμένους, εἴ πού τις ἡττηθεὶς τῶν βασάνων ἐνδιδόναι ἐδόκει, ἀφειδῶς δὲ κελεύων καὶ τοῖς δεσμοῖς προσιένα καὶ μετὰ ταῦτα ψυχορραγῦντας αὐτοὺς κατατιθεμένους εἰς τὴν γῆν ἕλκεσθαι· οὐ γὰρ εἶναι κἄν
μέρος φροντίδος αὐτοῖς περὶ ἡμῶν, ἀλλ’ οὕτω καὶ διανοεῖσθαι καὶ πράττειν, ὡς μηκέτ’ ὄντων, ταύτην δευτέραν βάσανον ἐπὶ ταῖς πληγαῖς τῶν ὑπεναντίων ἐφευρόντων. ἦσαν δὲ οἱ καὶ μετὰ τοὺς
αἰκισμοὺς ἐπὶ τοῦ ξύλου κείμενοι, διὰ τῶν τεσσάρων διατεταμένοι ἄμφω τὼ πόδε, ὡς καὶ κατὰ ἀνάγκην αὐτοὺς ἐπὶ τοῦ ξύλου ὑπτίους εἶναι, μὴ δυναμένους διὰ τὸ ἔναυλα τὰ τραύματα ἀπὸ τῶν πληγῶν καθ’ ὅλου τοῦ σώματος ἔχειν· ἕτεροι δὲ εἰς τοὔδαφος ῥιφέντες ἔκειντο ὑπὸ τῆς τῶν
βασάνων ἀθρόας προσβολῆς, δεινοτέραν τὴν ὄφιν τῆς ἐνεργείας τοῖς ὁρῶσιν παρέχοντες, ποικίλας καὶ διαφόρους ἐν τοῖς σώμασιν φέροντες τῶν βασάνων τὰς ἐπινοίας. τούτων οὕτως ἐχόντων
οἳ μὲν ἐναπέθηῃσκον ταῖς βασάνοις, τῆ καρτερίᾳ καταισχύναντες τὸν ἀντίπαλον, οἳ δὲ ἡμιθνῆτες ἐν τῷ δεσμωτηρίῳ συγκλειόμενοι, μετ’ οὐ πολλὰς ἡμέρας ταῖς ἀλγηδόσι συνεχόμενοι ἐτελειοῦντο, οἱ δὲ λοιποὶ τῆς ἀπὸ τῆς θεραπείας ἐτελειοῦντο, τυχόντες τῷ χρόνῳ καὶ τῇ τῆς φυλακῆς διατριβὴ θαρσαλεώτεροι ἐγίνοντο. οὕτω γοῦν, ἡνίκα προσετέτακτο
αἱρέσεως κειμένης ἢ ἐφαψάμενον τῆς ἐναγοῦς θυσίας ἀνενόχλητον εἶναι, τῆς ἐπαράτου ἐλευθερίας παρ’ αὐτῶν τυχόντα, ἢ μὴ θύοντα τὴν ἐπὶ θανάτῳ δίκην ἐκδέεσθαι, οὐδὲν μελλήσαντες ἀσμένως ἐπὶ τὸν θάνατον ἐχώρουν· ῇδεσαν γὰρ τὰ ὑπὸ τῶν ἱερῶν γραφῶν ἡμῖν προορισθέντα. ‘ ὁ γὰρ
18
θυσιάζων,’ φησίν,‘ θεοῖς ἑτέροις ἐξολοθρευθήσεται,’
19
καὶ ὅτι οὐκ ἔσονταί ἀοῖ θεοὶ ἕτεροι πλὴν ἐμοῦ.’ ’’