πρὸ τοῦ καθ’ ἡμᾶς διωγμοῦ δόξης ὁμοῦ καὶ παρρησίας ὁ διὰ Χριστοῦ τῷ βίῳ κατηγγελμένος τῆς εἰς τὸν τῶν ὅλων θεὸν εὐσεβείας λόγος παρὰ πᾶσιν ἀνθρώποις, Ἕλλησι τε καὶ βαρβάροις, ἠξίωτο, μεῖζον ἢ καθ’ ἡμᾶς ἐπαξίως διηγήσασθαι.
δ’ ἂν γένοιτο τῶν κρατούντων αἱ περὶ τοὺς ἡμετέρους δεξιώσεις, οἷς καὶ τὰς τῶν ἐθνῶν ἐνεχείριζον ἡγεμονίας, τῆς περὶ τὸ θύειν ἀγωνίας κατὰ πολλὴν, ἣν ἀπέσωζον περὶ τὸ δόγμα, φιλίαν αὐτοὺς ἀπαλλάττοντες.
λέγειν οἴκους, καὶ τῶν ἐπὶ πᾶσιν ἀρχόντων; οἱ τοῖς οἰκείοις εἰς πρόσωπον ἐπὶ τῷ θείῳ παρρησιαζομένοις λόγῳ τε καὶ βίῳ συνεχώρουν, γαμεταῖς καὶ παισὶ καὶ οἰκέταις, μονονουχὶ καὶ ἐγκαυχᾶσθαι ἐπὶ τῇ παρρησίᾳ τῆς πίστεως ἐπιτρέποντες· οὓς ἐξόχως καὶ
μᾶλλον τῶν συνθεραπόντων ἀποδεκτοὺς ἡγοῦντο.
Γοργόνιος, καὶ ὅσοι τῆς αὐτῆς ὁμοίως τούτοις ἠξίωντο διὰ τὸν τοῦ θεοῦ λόγον τιμῆς.
μηδαμῶς ἔτι τοῖς παλαιοῖς οἰκοδομήμασιν ἀρκούμενοι εὐρείας εἰς πλάτος ἀνὰ πάσας τὰς πόλεις ἐκ θεμελίων ἀνίστων ἐκκλησίας.
πονηρὸς οἰός τε ἦν βασκαίνειν οὐδ’ ἀνθρώπων ἐπιβουλαῖς κωλύειν, εἰς ὅσον ἡ θεία καὶ οὐράνιος χεὶρ ἔσκεπέ τε καὶ ἐφρούρει οἷα δὴ ἄξιον ὄντα τὸν ἑαυτῆς λαόν.
ἄλλοις διαφθονουμένων καὶ διαλοιδορουμένων, καὶ μονονουχὶ ἡμῶν αὐτῶν ἑαυτοῖς προσπολεμούντων ὅπλοις, εἰ οὕτω τύχοι, καὶ δόρασι τοῖς διὰ λόγων, ἀρχόντων τε ἄρχουσι προσρηγνύντων, καὶ λαῶν ἐπὶ λαοὺς καταστασιαζόντων, τῆς τε ὑποκρίσεως ἀφάτου
καὶ τῆς εἰρωνείας ἐπὶ πλεῖστον ὅσον κακίας προϊούσης, ἡ μὲν δὴ θεία κρίσις, οἷα φίλον αὐτῇ, πεφεισμένως, τῶν ἀθροισμάτων ἔτι συγκροτουμένων, ἠρέμα καὶ μετρίως τὴν αὐτῆς ἐπισκοπὴν ἀνεκίνει, ἐκ τῶν ἐν στρατείαις ἀδελφῶν καταρχομένου τοῦ
διωγμοῦ.
μένες τὸν τῆς θεοσεβείας θεσμὸν παρωσάμενοι ταῖς πρὸς ἀλλήλους ἀνεφλέγοντο φιλονεικίαις, αὐτὰ δὴ ταῦτα μόνα, τὰς ἔρεις καὶ τὰς ἀπειλὰς τόν τε ζῆλον καὶ τὸ πρὸς ἀλλήλους ἔχθος τε καὶ μῖσος ἀπαύζοντες, οἶά τε τυραννίδας τὰς φιλαρχίας ἐκθύμως διεκδικοῦντες, τότε δὴ, τότε κατὰ τὴν φάσκουσαν
τοῦ Ἱερεμίου φωνὴν „ἐγνόφωσεν ἐν ὀργῇ αὐτοῦ κύριος τὴν θυγατέρα Σιὼν, καὶ κατέρριψεν οὐρανοῦ εἰς γῆν δόξασμα Ἰσραὴλ, οὐκ ἐμνήσθη τε ὑποποδίου ποδῶν αὐτοῦ ἐν ἡμέρᾳ ὀργῆς αὐτοῦ· ἀλλὰ καὶ κατεπόντισε κύριος πάντα τὰ ὡραῖα
Ἰσραὴλ, καὶ καθεῖλε πάντας τοὺς φραγμοὺς αὐτοῦ,“
αὐτοῦ, ἔθετο τὰ ὀχυρώματα αὐτοῦ δειλίαν· διήρπασάν τε τὰ πλήθη τοῦ λαοῦ πάντες οἱ διοδεύοντες ὁδὸν, καὶ δὴ ἐπὶ τούτοις ὄνειδος ἐγενήθη τοῖς γείτοσιν αὐτοῦ. ὕψωσε γὰρ τὴν δεξιὰν τῶν ἐχθρῶν αὐτοῦ, καὶ ἀπέστρεψε τὴν βοήθειαν τῆς ῥομφαίας
αὐτοῦ, καὶ οὐκ ἀντελάβετο αὐτοῦ ἐν τῷ πολέμῳ· ἀλλὰ καὶ κατέλυσεν ἀπὸ καθαρισμοῦ αὐτὸν καὶ τὸν θρόνον αὐτοῦ εἰς τὴν γῆν κατέρραξεν· ἐσμίκρυνέ τε τὰς ἡμέρας τοῦ χρόνου αὐτοῦ, καὶ ἐπὶ πᾶσι κατέχεεν αὐτοῦ αἰσχύνην.
Ecclesiastical History. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.