καὶ ἀπειλῆς οὐκέτ’ ἦσαν, οὐδὲ μέχρις ὀνόματος μνημονευόμενοι· γραφαί τε αὐτῶν καὶ τιμαὶ τὴν ἀξίαν αἰσχύνην ἀπελάμβανον. καὶ ἃ τοῖς πάλαι δυσσεβέσι τυράννοις ἐνεῖδεν αὐτοῖς ὀφθαλμοῖς Λικίννιος, ταῦτα ὁμοίως καὶ αὐτὸς ἔπασχεν, ὅτι μηδ’ αὐτὸς ἐδέξατο ὢ παιδείαν, μηδὲ ταῖς τῶν πέλας ἐσωφρονίσθη μάστιξι, τὴν ὁμοίαν δ’ ἐκείνοις τῆς ἀσεβείας μετελθὼν ὁδὸν, ἐπὶ τὸν ἴσον αὐτοῖς ἐνδίκως περιηνέχθη κρημνόν.
Ecclesiastical History. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.