ὄρει ἁγίῳ αὐτοῦ. καὶ γὰρ οὖν μέγας ὡς ἀληθῶς, καὶ μέγας ὁ οἶκος αὐτοῦ, ὑψηλὸς καὶ ἐπιμήκης, καὶ ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων· μέγας ὁ κύριος ὁ ποιῶν θαυμάσια μόνος· μέγας ὁ ποιῶν μεγάλα καὶ ἀνεξιχνίαστα, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν
οὐκ ἔστιν ἀριθμός· μέγας ὁ ἀλλοιῶν καιροὺς καἰ χρόνους, μεθιστῶν βασιλεῖς καὶ καθιστῶν, ἐγείρων ἀπὸ γῆς πτωχὸν, καὶ ἀπὸ κοπρίας ἀνιστῶν πένητα. καθεῖλε δυνάστας ἀπὸ θρόνων, καὶ ὕψωσε ταπεινοὺς ἀπὸ γῆς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν, καὶ βραχίονας
ὑπερηφάνων συνέτριψεν,’’
Ecclesiastical History. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.