πόλει; ἢ τῇδε τῇ νεοπαγεῖ καὶ θεοτεύκτῳ; ἥτις ἐστὶν ἐκκλησία θεοῦ ζῶντος, στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας, περὶ ἧς καὶ ἄλλο τι θεῖον λόγιον ὧδέ πως εὐαγγελίζεται “δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ θεοῦ,” ἐφ’ ἣν τοῦ παναγάθου συγκροτή-
1 σαντος ἡμάς θεοῦ διὰ τῆς τοῦ μονογενοῦς αὐτοῦ χάριτος, τῶν ἀνακεκλημένων ἕκαστος ὑμνείτω μονονουχὶ βοῶν καὶ λέγων “εὐφράνθην ἐπὶ τοῖς εἰρηκόσι μοι· εἰς οἶκον κυρίου πορευσόμεθα,’’ καὶ “κύριε, ἠγάπησα
εὐπρέπειαν οἴκου σου, καὶ τόπον σκηνώματος δόξης σου.’’
Ecclesiastical History. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.